Ancient Greek
125.1
Serenus, De Sectione Cylindri 125.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΤΛΙΝΔΡΟΥ ΤΟΜΗΣ. τομῶν εἰσιν αἱ ΛΜ, ΝΞ εὐθεῖαι. κατήχθωσαν τοίνυν ἐπὶ τὰς ΛΜ, ΝΞ διαμέτρους αἱ ΔΟ, ΕΠ τεταγμένως καὶ προσεκβλησθῶσαν ἐπὶ θάτερον μέρος τῆς ἐπιφανείας κατὰ τὸ Ρ καὶ Σ. ἐπεὶ οὖν ἑφάπτεται τῆς 5 ΛΔΜΡ γραμμῆς ἡ ΓΔ κατὰ τὸ Δ, καὶ δέδεικται ἡ τοιαύτη τοῦ κυλίνδρου τομὴ ἔλλειψις οὖσα, ἀλλ’ οὐ κύκλος, καὶ κατῆκται τεταγμένως ἡ ΔΟ, ὡς ἄρα ἡ ΛΓ πρὸς τὴν ΓΜ, οὕτως ἡ ΔΟ πρὸς τὴν ΟΜ, ὡς δέδεικται τῷ Ἀπολλωνίῳ ἐν τῷ α’ τῶν Κωνικῶν. καὶ 10 διὰ τὰ αὐτά, ὡς ἡ ΝΓ πρὸς τὴν ΓΞ, οὕτως ἡ ΝΠ πρὸς τὴν ΠΞ. ἐπεὶ δὲ ἡ ΝΗ τῇ ΘΜ παράλληλός ἐστιν, ὡς ἄρα ἡ ΛΓ πρὸς τὴν ΓΜ, οὕτως ἡ ΝΓ πρὸς τὴν ΓΞ· καὶ ὡς ἄρα ἡ ΔΟ πρὸς τὴν ΟΜ, οὕτως ἡ ΝΠ πρὸς τὴν ΠΞ· ἡ ἄρα τὰ Π, Ο σημεῖα 15 ἐπιξευγνύνουσα εὐθεῖα ἐν τῷ ΗΘ ἐπιπέδῳ ἐστὶ καὶ παράλληλος ἑκατέρα τῶν ΒΑ, ΘΜ. καὶ ἐπεὶ ἑκατέρα τῶν ΔΟ, ΕΠ τῇ ΓΚ παράλληλός ἐστιν, αἱ ΔΟ, ΕΠ ἄρα καὶ ἀλλήλαις εἰσὶ παράλληλοι. ἐὰν δὴ διὰ τῶν ΔΟ, ΕΠ εὐθειῶν ἀχθῇ ἐπίπεδον, τεμεῖ τὸ ΘΗ παρ- 20 αλληλόγραμμον κατὰ τὴν ΟΠ γραμμὴν, καὶ ἔσται τὸ ΠΕΔΟ ἐπίπεδον παράλληλον ἐπιπέδῳ τινὶ τῶν διὰ τῆς ΒΑ ἀγομένων καὶ τεμνόντων τὸ ΗΘ· τὸ ἄρα ΠΕΔΟ ἐπίπεδον τομὴν ποιήσει ἐν τῷ κυλίνδρῳ παραλληλόγραμμον, ὡς ἐδείχθη θεωρήματι τρίτῳ. καὶ 25 ἐστὶν ἡ ΕΔ γραμμὴ κοινὴ τομὴ τοῦ ΠΕΔΟ ἐπιπέδου καὶ τῆς τοῦ κυλίνδρου ἐπιφανείας· ἡ ΕΔ ἄρα εὐθεῖά ἐστι καὶ πλευρὰ τοῦ παραλληλογράμμου. ὁμοίως δὴ δείκνυνται καὶ ἐπὶ πασῶν τῶν ἐφαπτομένων, καὶ ὅτι