Ancient Greek
129.1 to 129.5
Serenus, De Sectione Cylindri 129.1-5
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΤΛΙΝΔΡΟΥ ΤΟΜΗΣ. καὶ ἐστὶν ἴση ἡ EZ τῇ HO· ἴση ἄρα καὶ ἡ AM τῇ NΞ. εἰσὶ δὲ καὶ παράλληλοι· παράλληλος ἄρα καὶ ἡ MΞ εὐθεῖα τῇ AN. Ἐὰν δὴ τὸ μὲν K σημεῖον ὑποθώμεθα εἶναι τὸ φωτίζον, τὸ δὲ AΓ παραλληλόγραμμον τὸ ἐπιπροσθοῦν ταῖς ἀκτίνσι, εἴτε καθ’ αὐτὸ εἴη εἴτε ἐν κυλίνδρῳ, συμβήσεται τὰς ἀπὸ τοῦ K φωτίζοντος ἀκτῖνας ἐκβαλλομένας ὁρίζεσθαι τῇ τε MA καὶ τῇ NΞ εὐθείᾳ, καὶ τὸ μεταξὺ τῶν MA, ΞN παραλλήλων ἐσκιασμένον ἔσται. ὅτι μὲν οὖν παράλληλος καὶ ἡ AA τῇ ΓΒ καὶ ἡ NA τῇ ΞM, δέδεικται· οὐ μὴν καὶ οὕτω φανούσονται· τῶν γὰρ AM, NΞ διαστάσεων ἡ ἐγγύτερον τῆς ὄψεως μείζων φαίνεται· ταῦτα δὲ παρελήφαμεν ἐκ τῶν Ὀπτικῶν. Ἐπειδὴ δὲ παρακείμενόν ἐστι καὶ περὶ τοῦ κώνου θεωρῆσαι τὸ ὅμοιον διὰ τὸ κοινὸν εἶναι τὴν ἔλλειψιν τοῦ τε κώνου καὶ τοῦ κυλίνδρου, ἔσκεπται δὲ περὶ τοῦ κυλίνδρου, φέρε καὶ περὶ τοῦ κώνου σκεψώμεθα.