Ancient Greek
133.9
Serenus, De Sectione Cylindri 133.9
Unproofread scanNot analysed yet
ΜΑ πρὸς τὴν ΔΚ λόγος σύγκειται ἐκ τε τοῦ τῆς ΖΗ ΠΕΡΙ ΚΤΛΙΝΔΡΟΥ ΤΟΜΗΣ. εἰ γὰρ δυνατόν, ἡκέτω ἔκτὸς κατὰ τὸ Φ σημεῖον, καὶ διήχθω ἡ ΑΗΨ εὐθεῖα. ἐπεὶ οὖν κατὰ τὸ προδειχθὲν εὐθεῖά τις ἀπὸ τῆς κορυφῆς ἡ ΑΨ ἀγομένη τέμνει τὴν ΖΔ εὐθεῖαν, ὥστε εἶναι, ὡς τὴν ΖΔ πρὸς τὴν ΔΕ, οὕτως τὴν ΖΗ πρὸς τὴν ΗΕ, καὶ τὴν ΜΔ ἄρα ἀνάλογον τέμνει. ὡς ἄρα ἡ ΜΔ πρὸς τὴν ΔΚ, οὕτως ἡ ΜΨ πρὸς τὴν ΨΚ· ὅπερ ἀδύνατον· ὑπέκειτο γάρ, ὡς ἡ ΜΔ πρὸς τὴν ΔΚ, οὕτως ἡ ΜΔ πρὸς τὴν ΔΚ. ἡ ἄρα ΑΗ ἐκβαλλομένη οὐχ ἥξει δι’ ἄλλου σημείου πλὴν τοῦ Α· ὅπερ ἔδει δεῖξαι.