Ancient Greek
139.3
Serenus, De Sectione Cylindri 139.3
Unproofread scanNot analysed yet
λγ’ Τούτου δή δειχθέντος ἔστω τρίγωνον τὸ ABΓ, καὶ παρὰ τὴν BΓ βάσιν αἱ ΔE, ZH, καὶ εἰληφθῶ τι σημεῖον τὸ Θ μὴ ὂν ἐν τῷ τοῦ τριγώνου ἐπιπέδῳ, καὶ ἐπιζευχθείσαι αἱ ΘΔ, ΘZ, ΘH, ΘE ἐκβληθείσαι προσπιπτέτωσαν ἐπιπέδῳ τινὶ παραλλήλῳ ὄντι τῷ ABΓ ἐπιπέδῳ κατὰ τὰ K, Λ, M, N σημεία· τὸ δὴ διὰ τῶν EΔ, KΘ εὐθειῶν ἐπίπεδον ἐκβαλλόμενον τέμνει καὶ τὸ KAMN ἐπίπεδον καὶ ποιήσει ἐν αὐτῷ κοινὴν τομὴν τὴν KN εὐθεῖαν παράλληλον οὖσαν τῇ EΔ. ὁμοίως δὲ καὶ τὸ διὰ τῶν ZH, ΛΘ ἐπίπεδον ἐκβαλλόμενον ποιήσει παράλληλον τῇ ZH τὴν ΛM. ἐπεὶ οὖν τὸ KΘΛ ἐπίπεδον τέμνεται ὑπὸ παραλλήλων ἐπιπέδων τῶν ABΓ, KAMN, αἱ κοινὰς αὐτῶν τομαὶ αἱ KΛ, ΔZ παράλληλοι εἰσὶν ἀλλήλαις. διὰ ταῦτά δὲ καὶ ἡ NM τῇ HE παράλληλός ἐστιν· ἐκβληθείσαι ἄρα αἱ KΛ, MN συμπεσοῦνται κατὰ τὸ Ξ. ἐπεὶ οὖν δύο αἱ KΞ, ΞN δυσὶ ταῖς ΔΛ, AE παράλληλοι εἰσιν, ἴση ἄρα ἡ πρὸς τῷ Ξ γωνία τῇ πρὸς τῷ Λ. πάλιν ἐπεὶ δύο αἱ ΞK, KN δυσὶ ταῖς ΔΛ, ΔE παράλληλοι εἰσιν, ἡ ἄρα ὑπὸ τῶν ΞK, KN γωνία τῇ ὑπὸ ΔΛ, ΔE ἴση. τὰ ἄρα ΞKN, ABΓ τρίγωνα ὅμοιά ἐστιν ἀλλήλοις.