Ancient Greek
141.3
Serenus, De Sectione Cylindri 141.3
Unproofread scanNot analysed yet
Ταῦτα εἰ καὶ ὀπτικῆς θεωρίας ἔχειται καὶ δοκεῖ διὰ τοῦτο τῆς παρούσης πραγματείας ἀλλότρια εἶναι, ἀλλ’ οὖν ἐκεῖνό γε φανερὸν γέγονεν, ὅτι ἄνευ τῶν περὶ τῆς τοῦ κυλίνδρου καὶ τῆς τοῦ κώνου τομῆς ἐνταῦθα δειχθέντων, τῆς ἐλλείψεως λέγω καὶ τῶν ἀποτομένων αὐτῆς εὐθειῶν, ἀδύνατον ἦν καταστῆσαι τὸ τοιοῦτον πρόβλημα· ὥστε οὐκ ἀλόγως, ἀλλὰ διὰ τὴν χρείαν ἐπεισῆλθεν ὁ περὶ τούτων λόγος.