Ancient Greek
146.1 to 149.16
Serenus, De Sectione Cylindri 146.1-149.16
Unproofread scanNot analysed yet
παρήκων ἄλλοις] ἐν ἄλλοις ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. οχὴν τῆς διανοίας ἐκλύσωμεν. ἰτέον δὴ ἐπὶ τὴν τῶν προκειμένων ἀπόδειξιν. α' Ἐὰν τεσσάρων εὐθειῶν ἡ πρώτη πρὸς τὴν δευτέραν μείζονα λόγον ἔχῃ ἢπερ ἡ τρίτη πρὸς τὴν τετάρτην, τὸ ὑπὸ πρώτης καὶ τετάρτης μείζον ἐστὶ τοῦ ὑπὸ δευτέρας καὶ τρίτης. εὐθεῖα γὰρ ἡ A πρὸς τὴν B μείζονα λόγον ἔχετω ἢπερ ἡ Γ πρὸς τὴν ΔE. λέγω, ὅτι τὸ ὑπὸ τῶν A, ΔE μείζον ἐστὶ τοῦ ὑπὸ τῶν B, Γ. ἐπεὶ ἡ A πρὸς B μείζονα λόγον ἔχει ἢπερ ἡ Γ πρὸς ΔE, ἔστω, ὡς ἡ A πρὸς B, οὕτως ἡ Γ πρὸς ΔZ· τὸ ἄρα ὑπὸ A, ΔZ ἴσον ἐστὶ τῷ ὑπὸ τῶν B, Γ. μείζον δὲ τὸ ὑπὸ A, ΔE τοῦ ὑπὸ A, ΔZ· καὶ τοῦ ὑπὸ B, Γ ἄρα μείζον ἐστὶ τὸ ὑπὸ A, ΔE. β' Ἐὰν τριγώνου ὀρθογωνίου ἀπὸ τῆς ἑτέρας τῶν γωνιῶν ἐπὶ μίαν τῶν περὶ τὴν ὀρθὴν ἀχθῇ εὐθεῖα, ἡ ἀχθεῖσα πρὸς τὴν ἀπολαμβανομένην ὑπ’ αὐτῆς πρὸς τῇ καθέτῳ μείζονα λόγον ἔχει ἢπερ ἡ ἐξ ἀρχῆς ὑποτεινούσα τὴν ὀρθὴν πρὸς τὴν τμηθεῖσαν πλευρὰν ὑπὸ τῆς ἀχθείσης. τριγώνου γὰρ ὀρθογωνίου τοῦ ABΓ ὀρθὴν ἔχοντος τὴν A γωνίαν ἀπὸ μιᾶς τῶν γωνιῶν τῆς Γ ἐπὶ ἀχθῆ] γωνίαν εὐθειῶν ἀχθῆ πρὸς τῷ Γ] πρὸς τῷ Γ ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. τῶν γινομένων ἐν ταῖς τομαῖς τριγώνων τὰ ἴσας ἔχοντα 10 βάσεις ἀλλήλοισ ἐστὶν ἴσα. ἔστω κῶνος, οὐ κορυφὴ μὲν τὸ Α σημεῖον, βάσις δὲ ὁ περὶ τὸ Β κέντρον κύκλος, τοῦ δὲ κώνου διὰ τῆς κορυφῆς τμηθέντος ἐπιπέδῳι γεγενήσθω τὰ ὑπὸ τῆς τομῆς γενόμενα τρίγωνα· ὅτι γὰρ τρίγωνα ποιοῦσιν 15 αἱ τοιαῦται τομαί, ἐν ἄλλοις δείκνυται. γεγενήσθω δὴ τὰ ΑΓΔ, ΑΕΖ ἴσας ἔχοντα τὰς ΓΔ, ΕΖ βάσεις. λέγω, ὅτι τὰ ΑΓΔ, ΑΕΖ τρίγωνα ἴσα ἐστίν.