Ancient Greek
151.6
Serenus, De Sectione Cylindri 151.6
Unproofread scanNot analysed yet
Ἔστω κώνος, οὗ κορυφὴ μὲν τὸ Α, βάσις δὲ ὁ περὶ τὸ Β κέντρον κύκλος, ἄξων δὲ ὁ ΑΒ. τμηθέντος δὲ τοῦ κώνου διὰ τῆς κορυφῆς γεγενήσθω τρίγωνα διὰ μὲν τοῦ ἄξονος τὸ ΑΓΔ, ἔκτος δὲ τοῦ ἄξονος τὸ ΑΕΖ, καὶ κεῖσθω παράλληλος ἡ ΕΖ τῇ ΓΔ, ὁ δὲ ἄξων, τουνεστίν ἡ ΑΒ εὐθεῖα, μὴ ἐλάττων ἔστω τῆς ΒΓ. λέγω, ὅτι τὸ ΑΓΔ τρίγωνον μεῖζόν ἐστι τοῦ ΑΕΖ τριγώνου.