Ancient Greek
159.2 to 159.4
Serenus, De Sectione Cylindri 159.2-4
Unproofread scanNot analysed yet
η´. 'Εὰν ἐν κώνῳ ὀρθῷ τὸ διὰ τοῦ ἄξονος τρίγωνον μέγιστον ἢ πάντων τῶν ἐκτὸς τοῦ ἄξονος συνισταμένων τριγώνων, ὁ ἄξων τοῦ κώνου οὐκ ἐλάσσων ἔσται τῆς ἐκ τοῦ κέντρου τῆς βάσεως. ἔστω κώνος, οὗ κορυφὴ μὲν τὸ Α, ἄξων δὲ ἡ ΑΒ εὐθεῖα, βάσις δὲ ὁ περὶ τὸ Β κέντρον κύκλος, τὸ δὲ διὰ τοῦ ἄξονος τρίγωνον τὸ ΑΓΔ μέγιστον ὄν πάντων τῶν ἐν τῷ κώνῳ συνισταμένων τριγώνων ἐκτὸς τοῦ ἄξονος. λέγω, ὅτι ἡ ΑΒ οὐκ ἔστιν ἐλάττων τῆς ἐκ τοῦ κέντρου.