Ancient Greek
165.1
Serenus, De Sectione Cylindri 165.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. τῇ ὑπὸ ABH ἴσην ἔχει· ὀρθὴ γὰρ ἑκατέρα· περὶ δὲ ἄλλας γωνίας τὰς πλευρὰς ἀνάλογον, ἑκατέρα δὲ τῶν λοιπῶν τῶν ὑπὸ EBH, AHB ἐλάττων ἐστὶν ὀρθῆς, ὁμοία ἄρα ἐστὶ τὰ τρίγωνα. ὡς ἄρα ἡ EH πρὸς HB, 5 οὕτως ἡ AB πρὸς HB· ἴση ἄρα ἡ AB τῇ EH. ἐλάττων δὲ ἡ EH τῆς ἐκ τοῦ κέντρου τῆς BE· καὶ ἡ AB ἄρα ἄξων οὖσα τοῦ κώνου ἐλάττων ἐστὶ τῆς ἐκ τοῦ κέντρου· ὃ προέκειτο δεῖξαι.