Ancient Greek
185.3
Serenus, De Sectione Cylindri 185.3
Unproofread scanNot analysed yet
ἐπεὶ δ τοῦ ἀπὸ τῆς A πρὸς τὸ ἀπὸ τῆς B λόγος μειζων ἐστὶ τοῦ τοῦ ἀπὸ τῆς Γ πρὸς τὸ ἀπὸ τῆς Δ λόγου, καὶ δ τοῦ μειζονος ἄρα ἡμισυς τοῦ τοῦ ἐλάττονος ἡμίσεος μειζων ἐστίν. ἐστὶ δὲ τοῦ μὲν ἀπὸ τῆς A πρὸς τὸ ἀπὸ τῆς B λόγου μειζονος ὄντος ἡμισυς δ τῆς A πρὸς τὴν B, τοῦ δὲ ἀπὸ τῆς Γ πρὸς τὸ ἀπὸ τῆς Δ ἐλάττονος ὄντος ἡμισυς δ τῆς Γ πρὸς τὴν Δ· καὶ δ τῆς A ἄρα πρὸς τὴν B λόγος μειζων ἐστὶ τοῦ τῆς Γ πρὸς τὴν Δ· ὅπερ ἔδει δεῖξαι.