Ancient Greek
187.3
Serenus, De Sectione Cylindri 187.3
Unproofread scanNot analysed yet
κ' Ἐὰν δύο τρίγωνα τὰς τε βάσεις ἴσας ἔχῃ, ἔχῃ δὲ καὶ τὰς ἀπὸ τῆς κορυφῆς ἐπὶ τὴν διχοτομίαν τῆς βάσεως ἡγμένας εὐθείας ἴσας, τοῦ δὲ ἑτέρου ἡ μεῖζων πλευρὰ πρὸς τὴν ἐλάττονα μεῖζονα λόγον ἔχῃ ἢπερ ἡ τοῦ λοιποῦ μεῖζων πρὸς τὴν ἐλάττονα ἢ καὶ ἴση πρὸς τὴν ἴσην, οὐ ἡ μεῖζων πλευρὰ πρὸς τὴν ἐλάττονα μεῖζονα λόγον ἔχει, ἐκεῖνο ἔλαττόν ἐστιν.