Ancient Greek
197.1
Serenus, De Sectione Cylindri 197.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. ἀπὸ ABΓ συναμφοτέρῳ τῷ ἀπὸ EZH ἴσον· καὶ τὸ ἀπὸ BΓ ἄρα τῷ ἀπὸ ZH ἴσον. ὥστε καὶ λοιπὸν τὸ ἀπὸ AB λοιπῷ τῷ ἀπὸ EZ ἴσον· ἴση ἄρα ἡ μὲν AB τῇ EZ, ἡ δὲ BΓ τῇ ZH. ἀλλὰ καὶ αἱ βάσεις ἴσαι· πάντα ἄρα πᾶσιν ἴσα. ἴσον ἄρα τὸ ABΓ τρίγωνον τῷ EZH· ὅπερ ἄτοπον· ἦν γὰρ ἔλαττον τὸ ABΓ. οὐκ ἄρα ἡ AB πρὸς BΓ λόγον ἔχει, ὃν ἡ EZ πρὸς ZH.