Ancient Greek
211.2
Serenus, De Sectione Cylindri 211.2
Unproofread scanNot analysed yet
ἡ Ε πρὸς Ζ. τὸ δὴ συνιστάμενον τρίγωνον τὴν κορυφὴν ἔχει ἐπὶ τὰ τοῦ Η μέρος, ὡς δεῖξθήσεται. ἔστω δὴ τὸ ΜΗΘ, ὥστε τὴν ΜΗ πλευρὰν τῆς ΜΘ μείζονα εἶναι. ἐπεὶ οὖν ἡ ΜΑ τῇ ΑΚ ἴση, κοινὴ δὲ ἡ ΑΗ, μείζων δὲ ἡ ὑπὸ ΚΑΗ γωνία τῆς ὑπὸ ΜΑΗ, μείζων ἄρα ἡ ΚΗ τῆς ΜΗ. ἡ δὲ ΚΗ τῇ ΓΑ ἴση· καὶ ἡ ΓΑ ἄρα τῆς ΜΗ μείζων ἐστίν. πάλιν ἐπεὶ ἡ ΚΘ τῆς ΜΘ ἐλάττων ἐστίν, ἡ δὲ ΜΘ τῆς ΜΗ ἐλάττων, ἡ ἄρα ΚΘ τῆς ΜΗ ἐλάττων ἐστίν. ἐπεὶ οὖν ἡ ΜΗ τῆς μὲν μεγίστης τῶν ἐν τῷ κώνῳ ἐλάττων ἐστὶ τῆς ΑΓ, τῆς δὲ ἐλαχίστης μείζων τῆς ΑΔ, δυνατόν ἄρα εὐθεῖαν ἴσην τῇ ΜΗ ἀπὸ τῆς Α κορυφῆς ἐπὶ τὴν περιφέρειαν τῆς βάσεως ἀγαγεῖν, ὡς ἤδη μεμαθήκαμεν. ἤχθω δὴ καὶ ἔστω ἡ ΑΝ, καὶ ἐπεξεύχθω ἡ ΝΒΞ καὶ ἡ ΑΞ. ἐπεὶ οὖν ἴση ἡ μὲν ΑΝ τῇ ΜΗ, ἡ δὲ ΝΒ τῇ ΗΑ, ἡ δὲ ΒΑ τῇ ΑΜ, ὅλον ἄρα τὸ ΑΝΒ τρίγωνον τῷ ΜΗΑ ἴσον ἐστὶ καὶ ἡ ὑπὸ ΑΒΝ γωνία τῇ ὑπὸ ΜΑΗ· καὶ ἡ ὑπὸ ΑΒΞ ἄρα τῇ ὑπὸ ΜΑΘ. πάλιν ἐπεὶ ἴση ἡ μὲν ΑΒ τῇ ΑΜ, ἡ δὲ ΒΞ τῇ ΑΘ, ἀλλὰ καὶ ἡ ὑπὸ ΑΒΞ γωνία ἴση ἐστὶ τῇ ὑπὸ ΜΑΘ, ἴση ἄρα ἡ ΑΞ τῇ ΜΘ. ἦν δὲ καὶ ἡ ΑΝ τῇ ΜΗ ἴση καὶ ἡ ΝΞ βάσις τῇ ΗΘ· τὸ ἄρα ΑΝΞ τρίγωνον ἴσον ἐστὶ τῷ ΗΜΘ. ἀλλὰ τὸ ΗΜΘ πρὸς τὸ ΗΚΘ, τοιούτῃ πρὸς τὸ ΓΑΔ, λόγον ἔχει τὸν τῆς Ε πρὸς Ζ· καὶ τὸ ΑΝΞ ἄρα πρὸς τὸ ΑΓΔ λόγον ἔχει, ὃν ἡ