Ancient Greek
213.1
Serenus, De Sectione Cylindri 213.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. Ε πρὸς Ζ. ἦκται ἄρα διὰ τοῦ ἀξονος τὸ ΑΝΞ τρίγωνον, ὡς ἐπιτέτακται. κη´ Εἰ δὲ τις λέγει, ὅτι τὸ συνιστάμενον ἐπὶ τῆς ΗΘ τριγωνον μειζον ὑπάρχον τοῦ ΗΚΘ ἐπὶ τὰ τοῦ Θ μέρη τὴν κορυφὴν ἔχει, συμβήσεται ἀδύνατον. ἔστω γάρ, εἰ δυνατόν, οὕτως. ἐπεὶ οὖν ἴσαι αἱ ΚΑ, ΜΑ, κοινὴ δὲ ἡ ΑΗ, ἡ δὲ ὑπὸ ΜΑΗ γωνία μειζὼν τῆς ὑπὸ ΚΑΗ, μειζὼν ἄρα ἡ ΜΗ τῆς ΚΗ. διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ΚΘ τῆς ΘΜ μειζών. ἐπεὶ οὖν ἡ μὲν ΜΗ τῆς ΗΚ μειζὼν ἐστίν, ἡ δὲ ΜΘ τῆς ΘΚ ἐλάττων, ἡ ἄρα ΜΗ πρὸς ΗΚ μειζόνα λόγον ἔχει ἢπερ ἡ ΜΘ πρὸς ΘΚ· καὶ ἐναλλὰξ ἄρα ἡ ΗΜ πρὸς ΘΜ μειζόνα λόγον ἔχει ἢπερ ἡ ΗΚ πρὸς ΚΘ. ἐλάττον ἄρα ἐστὶ τὸ ΗΜΘ τοῦ ΗΚΘ· ὅπερ ἀδύνατον· ὑπέκειτο γὰρ μειζόν. οὐκ ἄρα ἐπὶ τὰ τοῦ Θ μέρη τὴν κορυφὴν ἔχει τὸ τρίγωνον· ἐπὶ τὰ τοῦ Η ἄρα μέρη ἔχει.