Ancient Greek
221.2
Serenus, De Sectione Cylindri 221.2
Unproofread scanNot analysed yet
λβ´. Ἄλλὰ δὴ ἔστω ἡ BA τῆς AE ἐλάττων. καὶ ἐπεὶ ἡ ὑπὸ ABE γωνία ἐλάττων ἐστὶν ὀρθῆς, ἥχθω ἐν τῷ τοῦ ABE τριγώνου ἐπιπέδῳ τῇ ΓΔ πρὸς ὀρθὰς ἡ BΘ ἴση οὖσα τῇ EH, καὶ ἐπεζεύχθωσαν αἱ ΘE, BH. καὶ ἐπεὶ ἡ ὑπὸ ABE γωνία τῆς ὑπὸ AEB μείζων ἐστίν, ἡ ἄρα ὑπὸ AEB ἐλάττων ἐστὶν ὀρθῆς. ὀρθὴ δὲ ἡ ὑπὸ ΘBE· αἱ ἄρα ΘB, AE εὐθεῖαι ἐκβαλλόμεναι συμπίπτουσι. συμπεπτέτωσαν κατὰ τὸ K, καὶ ἥχθω διὰ τοῦ Θ τῇ KE παράλληλος ἡ ΘΛ. ἐπεὶ οὖν ἴση ἡ ΘB τῇ EH, κοινὴ δὲ ἡ BE, καὶ περιέχουσιν ἴσας γωνίας· ὀρθαὶ γάρ· ἴση ἄρα καὶ ἡ BH τῇ ΘE. καὶ ἐπεὶ ὀρθὴ ἡ ὑπὸ ΘBA, μείζων ἄρα ἡ ΘE τῆς ΘΛ· ἡ ΘB ἄρα πρὸς ΘE ἐλάττονα λόγον ἔχει ἢπερ ἡ BΘ πρὸς ΘΛ. ἀλλ´ ὡς ἡ BΘ πρὸς ΘΛ, οὕτως ἡ BK πρὸς KE· ἡ ἄρα BΘ πρὸς ΘE ἐλάττονα λόγον ἔχει ἢπερ ἡ BK πρὸς KE. ἡ δὲ BK πρὸς KE ἐλάττονα λόγον ἔχει ἢπερ ἡ BA πρὸς AE, ὡς ἐν τῷ ἐξῆς δείκνυται· πολλῷ ἄρα ἡ BΘ πρὸς ΘE ἐλάττονα λόγον ἔχει ἢπερ ἡ BA πρὸς AE. ἡ ἄρα BA πρὸς AE μείζονα λόγον ἔχει ἢπερ ἡ BΘ πρὸς ΘE, τουτέστιν ἢπερ ἡ EH πρὸς HB, τουτέστι πρὸς BZ. ἐπεὶ οὖν ἡ BA πρὸς AE μείζονα λόγον ἔχει ἢπερ ἡ EH πρὸς BZ, τὸ ἄρα ὑπὸ AB, BZ μείζόν ἐστι τοῦ ὑπὸ AE,