Ancient Greek
225.4
Serenus, De Sectione Cylindri 225.4
Unproofread scanNot analysed yet
Ἔστω σκαληνὸς κώνος, οὗ κορυφὴ τὸ A, ἄξων δὲ ὁ AB προσνεύων ἐπὶ τὰ τοῦ Δ μέρη, βάσις δὲ ὁ περὶ τὸ B κέντρον κύκλος, τοῦ δὲ πρὸς ὀρθὰς τῷ κύκλῳ διὰ τοῦ ἄξονος τριγώνου βάσις ἔστω ἡ ΓΒΔ, καὶ ἤχθωσαν τῇ ΓΔ πρὸς ὀρθὰς ἐν τῷ κύκλῳ αἱ BZ, EH, καὶ ἐπεζεύχθω ἡ AE, καὶ ὑποκείσθω τὸ διὰ τῶν AE, EH ἰσοσκελὲς ἴσον εἶναι τῷ διὰ τῶν AB, BZ, ὃ ἐστὶ τῷ διὰ τοῦ ἄξονος ἰσοσκελεῖ. λέγω, ὅτι ἡ AE μείζων ἐστὶ τῆς AB.