Ancient Greek
24.8
Serenus, De Sectione Cylindri 24.8
Unproofread scanNot analysed yet
περιφέρειαν κινούμενος ὁ ἥλιος, φαινόμενος δὲ ἐπὶ τῆς ΓΜΝ περιφερείας, ἀπὸ τῶν ἐλαχίστων ἐπὶ τὰ ΠΕΡΙ ΚΥΛΙΝΔΡΟΥ ΤΟΜΗΣ. Πολλοὺς ὁρῶν, ὦ φίλε Κύρε, τῶν περὶ γεωμετρίαν ἀναστρεφομένων οἰομένων τὴν τοῦ κυλίνδρου πλαγίαν τομὴν ἑτέραν εἶναι τῆς τοῦ κώνου τομῆς τῆς καλουμένης ἑλλείψεως ἐδικαίωσα μὴ χρήναι περιορᾶν ἄγνοοῦντας αὐτοὺς τε καὶ τοὺς ὑπ’ αὐτῶν οὕτω φρονεῖν ἀναπείσμενους· καίτοι δοξεῖεν ἂν παντὶ ἄλογον εἶναι γεωμέτρας γε ὄντας περὶ γεωμετρικοῦ προβλήματος ἄνευ ἀποδείξεως ἀποφαίνεσθαι τι καὶ πιθανολογεῖν ἄτεχνῶς ἀλλότριον γεωμετρίας πρᾶγμα ποιούντας. ὅμως δ’ οὖν, ἐπείπερ οὕτως ὑπελήφασιν, ἡμεῖς δὲ οὐ συμφερόμεθα, φέρε γεωμερικῶς ἀποδείξωμεν, ὅτι μίαν καὶ τὴν αὐτὴν κατ’ εἶδος ἀνάγκη γίνεσθαι ἐν ἀμφοτέροις τοῖς σχήμασι τομήν, τῷ κώνῳ λέγω καὶ τῷ κυλίνδρῳ, τοιῶσδε μέντοι ἀλλ’ οὐχ ἁπλῶς τεμνομένοις.