Ancient Greek
243.2
Serenus, De Sectione Cylindri 243.2
Unproofread scanNot analysed yet
ἔστω πρῶτον ἐλάττων. ἐπεὶ οὖν ἡ AB ἐλάσσων ἐστὶ τῆς ἐκ τοῦ κέντρου, ἐνηρμόσθω ἴση τῇ ἐκ τοῦ κέντρου ἡ AE, καὶ διὰ τῶν B καὶ E σημείων τῇ ΓΔ πρὸς ὀρθὰς ἠχθῶσαν ἐν τῷ κύκλῳ αἱ EZ, BH, καὶ τῇ ὑπὸ AEB ἴση συνεστάτω ἡ ὑπὸ EBΘ, καὶ ἐξεύχθω ἡ ΘE. ἐπεὶ οὖν ἑκατέρα τῶν AE, BΘ ἴση ἐστὶ τῇ ἐκ τοῦ κέντρου, κοινὴ δὲ ἡ BE, καὶ περιἔχουσιν ἴσας γωνίας, καὶ τὰ λοιπὰ ἄρα τοῖς λοιποῖς ἴσα· ὁμοία ἄρα τὰ τρίγωνα. ὡς ἄρα ἡ EA πρὸς AB, οὕτως ἡ BΘ πρὸς ΘE. ἐπεὶ δὲ μεῖζων ἡ ZE τῆς EΘ, ἴσαι δὲ αἱ BH, BΘ, ἡ ἄρα BΘ πρὸς ΘE μεῖζονα λόγον ἔχει ἢπερ ἡ BH πρὸς ZE. ἀλλ’ ὡς ἡ BΘ πρὸς ΘE, οὕτως ἡ EA πρὸς AB· ἡ ἄρα EA πρὸς AB μεῖζονα λόγον ἔχει ἢπερ ἡ BH πρὸς EZ. τὸ ἄρα ὑπὸ AE, EZ μεῖζόν ἐστι τοῦ ὑπὸ AB, BH, τούτεστι τὸ διὰ τῆς AE ἰσόσκελές, οὐ βάσις ἐστὶν ἡ διπλὴ τῆς EZ, τοῦ διὰ τοῦ ἄξονος ἰσοσκελοῦς μεῖζόν ἐστι· τὸ ἄρα διὰ τοῦ ἄξονος ἰσόσκελές οὐ πάντων μέγιστόν ἐστι τῶν, ὡς εἴρηται, συνισταμένων τριγώνων. ἐδείχθη δὲ ἐν τῷ τριακοστῷ ἕκτῳ καθόλου, ὅτι οὔδ’ ἐλάχιστον· οὔτε ἄρα μέγιστόν ἐστι πάντων οὔτε ἐλάχιστον.