Ancient Greek
249.5
Serenus, De Sectione Cylindri 249.5
Unproofread scanNot analysed yet
ἢ δὴ AE ἤτοι ἑλάττων ἐστὶ τῆς ἐκ τοῦ κέντρου ἢ οὔ. Ἔστω πρότερον ἑλάττων, καὶ διὰ τοῦ A παρὰ τὴν ΓΔ ἡχθῶ ἢ AZ, διὰ δὲ τοῦ B παρὰ τὴν AE ἢ BZ, καὶ συστήτω ἢ ὑπὸ BZH μὴ μεῖζων οὖσα τῆς ὑπὸ ZAB, καὶ ἐπεξεύχθω ἢ HA. πάλιν ἄρα διὰ τὰ δειχθέντα ἢ ZH πρὸς ZB ἑλάττονα λόγον ἔχει ἢπερ ἢ HA πρὸς AB. ἐπεὶ οὖν ἢ ZB ἴση οὖσα τῇ AE ἑλάττων ἐστὶ τῆς ἐκ τοῦ κέντρου, μεῖζων δὲ ἢ ZH τῆς ZB, ἢ ἄρα ZH ἤτοι μεῖζων ἐστὶ τῆς ἐκ τοῦ κέντρου ἢ ἑλάττων ἢ ἴση.