Ancient Greek
255.1
Serenus, De Sectione Cylindri 255.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. οὐτω μείζων τὸ διὰ τῆς HA ἰσοσκελὲς τοῦ διὰ τοῦ ἄξονος ἰσοσκελοῦς. εἰ δὲ μείζων ἡ HΘ τῆς ἐκ τοῦ κέντρου, ἔστω ἡ ΘN ἐνηρμοσμένη ἴση τῇ ἐκ τοῦ κέντρου, καὶ ἐπεζεύχθω ἡ NA, καὶ ἐν τῷ κύκλῳ πάλιν πρὸς ὀρθὰς τῇ ΓΔ ἡ NΞ. ἐπεὶ οὖν ἡ ὑπὸ NΘB οὐ μείζων ἐστὶ τῆς ὑπὸ ΘAB, ἡ ἄρα NΘ πρὸς ΘB ἐλάττονα λόγον ἔχει ἢπερ ἡ NA πρὸς AB. ὡς δὲ ἡ NΘ πρὸς ΘB, οὕτως ἡ BA πρὸς NΞ· ἡ ἄρα BA πρὸς NΞ ἐλάττονα λόγον ἔχει ἢπερ ἡ NA πρὸς AB. μείζων ἄρα τὸ διὰ τῆς AN ἰσοσκελὲς τοῦ διὰ τοῦ ἄξονος ἰσοσκελοῦς· τὸ ἄρα διὰ τοῦ ἄξονος ἰσοσκελὲς οὐ πάντων μέγιστόν ἐστι τῶν εἰρημένων ἰσοσκελῶν. ἐδείχθη δέ, ὅτι οὐδὲ ἐλάχιστον· οὔτε ἄρα μέγιστόν ἐστι πάντων οὔτε ἐλάχιστον.