Ancient Greek
267.6
Serenus, De Sectione Cylindri 267.6
Unproofread scanNot analysed yet
5 ἴσας περιφερείας ἀπολαμβάνωσι πρὸς τῇ διὰ τῆς καθέτον διαμέτρω, τὰ τρίγωνα ἴσα ἀλλήλοις ἔσται· καλεῖ- ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. εἰσὶν ἡ μὲν ΑΑ ἐπὶ τὴν ΖΗ, ἡ δὲ ΑΜ ἐπὶ τὴν ΘΚ. καὶ ἐπεὶ ἡ ὑπὸ ΓΒΜ γωνία τῇ ὑπὸ ΓΒΑ ἴση ἐστίν, ἴση ἄρα καὶ ἡ ΜΒ εὐθεῖα τῇ ΒΑ. ἐπεὶ οὖν τὸ ἀπὸ τῆς ΑΒ ἴσον ἐστὶ τοῖς ἀπὸ τῶν ΑΜ, ΜΒ, ἀλλὰ καὶ τοῖς ἀπὸ ΑΑ, ΑΒ, καὶ τὰ ἀπὸ τῶν ΑΜ, ΜΒ ἄρα τοῖς ἀπὸ τῶν ΑΑ, ΑΒ ἴσα ἐστίν, ὧν τὸ ἀπὸ τῆς ΜΒ τῷ ἀπὸ ΒΑ ἴσον ἐστὶ· λοιπὸν ἄρα τὸ ἀπὸ ΜΑ τῷ ἀπὸ ΑΑ ἴσον ἐστίν· ἴση ἄρα ἡ ΑΑ τῇ ΑΜ. καὶ εἰσὶν ὕψη τῶν τριγώνων, ὧν βάσεις εἰσὶν αἱ ΖΗ, ΘΚ· ἴσα ἄρα ἐστὶ τὰ ἐπὶ τῶν ΖΗ, ΘΚ βάσεων τρίγωνα τὰ διὰ τοῦ ἄξονος· ὅπερ ἔδει δεῖξαι.