Ancient Greek
275.3
Serenus, De Sectione Cylindri 275.3
Unproofread scanNot analysed yet
10 Καὶ συναπεδείχθη καθ’ ἑκατέραν τῶν δείξεων, ὅτι τὸ ΕΑΖ τρίγωνον τῷ ΘΑΚ ὁμοίόν ἐστιν· ὡς γὰρ ἡ EZ πρὸς ΘΚ, οὕτως ἡ BA πρὸς AH. καὶ ἐπὶ τὸ μὲν ΕΑΖ πρὸς τὸ ΘΑΚ διπλασίονα λόγον ἔχει ἢπερ τὸ ΓΑΔ πρὸς τὸ ΘΑΚ. καὶ ἐστὶ τὸ ΓΑΔ τρίγωνον 15 πρὸς τὸ ΘΑΚ, ὡς ἡ ΓΔ, τοὔστιν ὡς ἡ EZ, πρὸς ΘΚ· ὥστε τὸ ΕΑΖ πρὸς τὸ ΘΑΚ διπλασίονα λόγον ἔχει τῶν ὁμολόγων πλευρῶν τῶν EZ, ΘΚ. ὅμοια ἄρα τὰ ΕΑΖ, ΘΑΚ. ὥστε φανερὸν, ὅτι, ἐὰν κώνου σκαληνοῦ ὁ ἄξων ἴσος ᾖ τῇ ἐκ τοῦ κέντρου 20 τῆς βάσεως, τὸ πρὸς ὀρθὰς τῇ βάσει ἰσοσκελὲς ὁμοίόν ἐστι τῷ διὰ τοῦ ἄξονος ἰσοσκελεῖ· καὶ ἀντιστρόφως, ὅτι, ἐὰν τὸ πρὸς ὀρθὰς τῇ βάσει ἰσοσκελὲς ὅμοιον ᾖ τῷ διὰ τοῦ ἄξονος ἰσοσκελεῖ, ὁ ἄξων τοῦ κώνου ἴσος ἔσται τῇ ἐκ τοῦ κέντρου τῆς βάσεως· καὶ τοῦτο γὰρ 25 εὐκατανόητον ἐκ τῶν ἤδη δειχθέντων.