Ancient Greek
281.1
Serenus, De Sectione Cylindri 281.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. σὺν τῷ Β, διαστήματι δὲ ὁποτερφοῦν τῶν ΒΑ, ΒΓ γεγράφθω κύκλος ὁ ΑΕΖΓ, καὶ ἐκβεβλήσθωσαν αἱ ΑΒΕ, ΑΔΖ, ΑΗΘ· ἴση ἄρα διὰ τὸ πρὸ τούτου θεώρημα ἡ μὲν ΕΒ τῇ ΒΓ, ἡ δὲ ΖΔ τῇ ΔΓ, ἡ δὲ ΘΗ τῇ ΗΓ. ἐπεὶ οὖν ἡ ΑΕ διάμετρος ἐστὶ τοῦ ΑΕΖ κύκλου, μεγίστη μὲν ἄρα τῶν ἐν τῷ κύκλῳ εὐθειῶν ἡ ΑΕ, ἡ δὲ ΑΖ μείζων τῆς ΑΘ. ἀλλὰ τῇ μὲν ΑΕ ἴση συναμφότερος ἡ ΑΒΓ, τῇ δὲ ΑΖ ἡ ΑΔΓ, τῇ δὲ ΑΘ· ἡ ΑΗΓ· καὶ τούτων ἄρα μεγίστη μὲν ἡ ΑΒΓ, μείζων δὲ ἡ ΑΔΓ τῆς ΑΗΓ. καὶ ὁμοίως ἀεὶ ἡ ἐγγιου τῆς πρὸς τῇ διχοτομίᾳ τῆς ἀπώτερόν ἐστι μειζων· ὁ προέκειτο δεῖξαι.