Ancient Greek
283.1
Serenus, De Sectione Cylindri 283.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. ΒΔΕ· συναμφοτέρος ἄρα ἢ ὑπὸ ΒΔΕ, ΒΔΑ συναμφοτέρω τῇ ὑπὸ ΒΔΕ, ΒΑΓ ἐστὶν ἴση. καὶ ἐστὶ συναμφοτέρος ἢ ὑπὸ ΒΔΕ, ΒΔΑ δυσὶν ὀρθαῖς ἴση· καὶ συναμφότερος ἄρα ἢ ὑπὸ ΒΔΕ, ΒΑΓ δυσὶν ὀρθαῖς ἐστὶν 5 ἴση. ἐστὶ δὲ καὶ συναμφοτέρος ἢ ὑπὸ ΒΔΓ, ΒΑΓ δυσὶν ὀρθαῖς ἴση· συναμφοτέρος ἄρα ἢ ὑπὸ ΒΔΕ, ΒΑΓ συναμφοτέρω τῇ ὑπὸ ΒΔΓ, ΒΑΓ ἴση ἐστί. κοινῆς ἀφθείσης τῆς ὑπὸ ΒΑΓ λοιπὴ ἢ ὑπὸ ΒΔΕ τῇ ὑπὸ ΒΔΓ ἴση ἐστίν. ἐπεὶ οὖν ἴση μὲν ἢ ΓΔ τῇ ΔΕ, 10 κοινὴ δὲ ἢ ΒΔ, καὶ περὶ ἴσας γωνίας, καὶ βάσις ἄρα ἢ ΓΒ τῇ ΒΕ ἐστὶν ἴση. καὶ ἐπεὶ αἱ ΑΒ, ΒΕ εὐθεῖαι μείζονές εἰσι τῆς ΑΕ, ἀλλὰ ταῖς μὲν ΑΒ, ΒΕ συναμφότερος ἢ ΑΒΓ ἴση ἐστί, τῇ δὲ ΑΕ συναμφοτέρος ἢ ΑΔΓ ἴση ἐστί, καὶ συναμφοτέρος ἄρα ἢ ΑΒΓ τῆς 15 ΑΔΓ μείζων ἐστίν. ὁμοίως δὲ δείκνυται καὶ τῶν ἄλλων μείζων. συναμφοτέρος ἄρα ἢ ΑΒΓ πασῶν τῶν ἐν τῷ τμήματι κλωμένων μεγίστη ἐστίν.