Ancient Greek
285.1
Serenus, De Sectione Cylindri 285.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. ΒΑΓ· αἱ ἄρα ὑπὸ ΒΑΕ, ΒΑΓ ἐλάττονές εἰσι δυοῖν ὀρθαῖν. εἰσὶ δὲ αἱ ὑπὸ ΒΑΓ, ΒΑΓ δυσιὶν ὀρθαῖς ἴσαι· αἱ ἄρα ὑπὸ ΒΑΓ, ΒΑΓ τῶν ὑπὸ ΒΑΕ, ΒΑΓ μειζόνες εἰσι. καὶ κοινῆς ἀφθείσης τῆς ὑπὸ ΒΑΓ λοιπὴ ἡ ὑπὸ ΒΑΓ τῆς ὑπὸ ΒΑΕ μειζων ἐστίν. ἐπεὶ οὖν ἴση ἡ ΑΓ τῇ ΑΕ, κοινὴ δὲ ἡ ΑΒ, ἡ δὲ ὑπὸ ΓΑΒ τῆς ὑπὸ ΒΑΕ μειζῶν, καὶ ἡ ΓΒ ἄρα βάσις μειζων ἐστὶ τῆς ΒΕ. καὶ ἐπεὶ αἱ ΑΒ, ΒΕ εὐθεῖαι μειζόνες εἰσι τῆς ΑΕ, τῶν δὲ ΑΒ, ΒΕ συναμφότερος ἡ ΑΒΓ εὐθεῖα μειζων ἐστί, συναμφότερος ἄρα ἡ ΑΒΓ μειζων ἐστὶ τῆς ΑΕ, τούτεστι συναμφότερου τῆς ΑΑΓ.