Ancient Greek
285.6
Serenus, De Sectione Cylindri 285.6
Unproofread scanNot analysed yet
ἡχθῶσαν πρὸς ὀρθὰς αἱ ΒΗ, ΕΘ, καὶ κείσθω ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. ἴση ἡ μὲν B H τῇ B Γ, ἡ δὲ E Θ τῇ E Z, καὶ ἐπεζεύχθωσαν αἱ A H, ΔΘ, καὶ γεγράφθω περὶ τὸ A B H ὀρθογώνιον ἡμικύκλιον. ἐπεὶ οὖν τὰ ἀπὸ A B, B Γ, τούτέστι τὰ ἀπὸ A B, B H, τοῖς ἀπὸ ΔE, E Θ ἴσα ἐστί, καὶ τὸ ἀπὸ A H ἄρα τῷ ἀπὸ ΔΘ ἐστὶν ἴσον, καὶ ἡ A H τῇ ΔΘ. καὶ ἐπεὶ ἡ E Θ τῆς B H μείζων ἐστίν, ἡ ἄρα τῇ E Θ ἴση ἐναρμοζομένη τῷ ἡμικυκλίῳ τεμεῖ τὴν ὑπὸ B H A γωνίαν. ἐνηρμόσθω ἡ H K ἴση οὖσα τῇ ΘE, καὶ ἐπεζεύχθω ἡ A K καὶ ἐκβεβλήσθω, καὶ 10 ἔστω ἴση ἡ K A τῇ K H. ἐπεὶ οὖν τὰ ἀπὸ A K, K H τοῖς ἀπὸ A B, B H ἴσα ἐστί, τὰ δὲ ἀπὸ A B, B H τοῖς ἀπὸ ΔE, E Θ ἴσα, τὰ ἄρα ἀπὸ A K, K H τοῖς ἀπὸ ΔE, E Θ ἴσα ἐστίν· ὧν τὸ ἀπὸ K H τῷ ἀπὸ E Θ ἴσον· λοιπὸν ἄρα τὸ ἀπὸ A K τῷ ἀπὸ ΔE ἴσον ἐστί, 15 καὶ ἡ A K τῇ ΔE· τὸ ἄρα A K H τρίγωνον ἴσον καὶ ὅμοιόν ἐστι τῷ ΔEΘ, καὶ ἡ A A τῇ ΔZ ἴση ἐστίν. ἐπεὶ οὖν ἡ A K εὐθεῖα τῆς K H οὐκ ἐστὶν ἐλάττων, οὐδ’ ἡ A K ἄρα περιφέρεια τῆς K H περιφερείας ἐλάττων ἐστί. καὶ διὰ τὸ πρὸ τούτου θεώρημα, ἐπεὶ 20 ἐν τμήματι κύκλου κεκλασμέναι εἰσὶν αἱ A K H, A B H εὐθεῖαι, καὶ ἐστὶν ἡ A K H ἤτοι πρὸς τῇ δίχοτομίᾳ ἢ ἐγγίων τῆς διχοτομίας, μείζων ἄρα ἡ A K H τῆς A B H, τούτέστιν ἡ A A τῆς A Γ, τούτέστιν ἡ ΔZ τῆς A Γ. ἐλάττων ἄρα ἡ A Γ τῆς ΔZ· ὅπερ ἔδει δεῖξαι.