Ancient Greek
29.3
Serenus, De Sectione Cylindri 29.3
Unproofread scanNot analysed yet
ἐὰν μενόντων δύο κύκλων ἴσων τε καὶ παραλλήλων αἱ διάμετροι παράλληλοι οὖσαι διὰ παντὸς αὗται τε περιενεχθεῖσαι ἐν τοῖς τῶν κύκλων ἐπιπέδοις περὶ μένον τὸ κέντρον καὶ συμπεριενεγκούσαι τὴν τὰ πέρατα αὐτῶν κατὰ τὸ αὐτὸ μέρος ἐπιζευγνύουσαν εὐθεῖαν εἰς ταὐτὸ πάλιν ἀποκαταστῶσιν, ἡ γραφεῖσα ὑπὸ τῆς περιενεχθείσης εὐθείας ἐπιφάνεια κυλινδρικὴ ἐπιφάνεια καλεῖσθω, ἥτις καὶ ἐπ’ ἄπειρον αὔξεσθαι δύναται τῆς γραφοῦσης αὐτὴν εὐθείας ἐπ’ ἄπειρον ἐκβαλλομένης. κύλινδρος δὲ τὸ περιεχόμενον σχῆμα ὑπὸ τε τῶν παραλλήλων κύκλων καὶ τῆς μεταξὺ αὐτῶν ἀπειλημμένης κυλινδρικῆς ἐπιφανείας. βάσεις δὲ τοῦ κυλίνδρου οἱ κύκλοι. ἄξων δὴ διὰ τῶν κέντρων αὐτῶν ἀγομένη εὐθεῖα. πλευρὰ δὲ τοῦ κυλίνδρου γραμμὴ τις, ἥτις εὐθεῖα οὖσα καὶ ἐπὶ τῆς ἐπιφανείας οὖσα τοῦ κυλίνδρου τῶν βάσεων ἀμφοτέρων ἅπτεται, ἣν καὶ