Ancient Greek
291.3 to 291.5
Serenus, De Sectione Cylindri 291.3-5
Unproofread scanNot analysed yet
10 νζ´ Ἐὰν δύο εὐθεῖαι ἴσαι διηρημέναι ὦσιν οὕτως, ὥστε καὶ τὸ ὑπὸ τῶν τμημάτων τῆς ἑτέρας τῷ ὑπὸ τῶν τμημάτων τῆς λοιπῆς ἴσον εἶναι, καὶ τὰ τμήματα τοῖς τμήμασιν ἴσα ἔσται ἑκάτερον ἑκατέρῳ. 15 Ἔστωσαν εὐθεῖαι ἴσαι ἀλλήλαις αἱ ΑΑΜ, ΔΕΖ διηρημέναι κατὰ τὰ Α καὶ Ε σημεῖα, ὥστε τὸ ὑπὸ ΑΑ, ΑΜ ἴσον εἶναι τῷ ὑπὸ τῶν ΔΕ, ΕΖ. λέγω, ὅτι ἐστὶν ἴση ἡ ΑΑ τῇ ΔΕ.