Ancient Greek
297.1
Serenus, De Sectione Cylindri 297.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. δύο τρίγωνα τὰ ΓΑΔ, ΕΑΖ βάσεις ἴσας ἔχει, ἔχει δὲ καὶ τὴν ἀπὸ τῆς κορυφῆς ἐπὶ τὴν διχοτομίαν τῆς βάσεως ἡγμένην τὴν αὐτήν, ἡ δὲ τοῦ ἑτέρου μείζων πλευρὰ πρὸς τὴν ἐλάττονα μείζονα λόγον ἔχει ἢπερ ἡ τοῦ ἑτέρου μείζων πρὸς τὴν ἐλάττονα, καὶ τὰ λοιπά, τὸ ἄρα ΕΑΖ τρίγωνον ἐλάττον ἐστὶ· μείζον ἄρα τὸ ΓΑΔ τρίγωνον τοῦ ΕΑΖ [ὡς ἐδείχθη θεωρήματι ιθ' τοῦ πρώτου βιβλίου].