Ancient Greek
309.1
Serenus, De Sectione Cylindri 309.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. ἐπεὶ γὰρ ὁ H κύκλος πρὸς τὸν Θ κύκλον διπλασίονα λόγον ἔχει ἢπερ ἡ ΓΑ πρὸς EZ, ὡς δὲ ὁ H κύκλος πρὸς τὸν Θ κύκλον, οὕτως ὁ AHΓΔ κῶνος πρὸς τὸν BΘEZ κῶνον· ἴσους γὰρ καὶ ὁ AHΓΔ 5 ἄρα κῶνος πρὸς τὸν BΘEZ κῶνον διπλασίονα λόγον ἔχει ἢπερ ἡ ΓΑ πρὸς EZ, τοὔτεστιν ἢπερ τὸ ΑΓΔ τρίγωνον πρὸς τὸ BEZ τρίγωνον· ὅπερ ἔδει δεῖξαι.