Ancient Greek
327.1 to 327.7
Serenus, De Sectione Cylindri 327.1-7
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. ἡ Θ βάσις πρὸς τὴν H· ὡς ἄρα ὁ AHΓΔ κώνος πρὸς τὸν BΘEZ, οὕτως ἡ Θ βάσις πρὸς τὴν H· ὅπερ ἔδει δεῖξαι. ζη´. Ἐὰν κώνος ὀρθὸς πρὸς κώνον ὀρθὸν διπλασίονα λόγον ἔχῃ ἢπερ ἡ βάσις πρὸς τὴν βάσιν, τὸ διὰ τοῦ ἄξονος τρίγωνον πρὸς τὸ διὰ τοῦ ἄξονος τρίγωνον τριπλασίονα λόγον ἔξει ἢπερ ἡ τοῦ τριγώνου βάσις πρὸς τὴν βάσιν. καταγεγράφθωσαν οἱ κῶνοι, καὶ ὑποκείσθω ὁ τετραπλασίονα λόγον ἔχει ἢπερ τὸ BEZ τρίγωνον AHΓΔ κώνος πρὸς τὸν BΘEZ κώνον διπλασίονα λόγον ἔχειν ἢπερ ἡ H βάσις τοῦ κώνου πρὸς τὴν Θ βάσιν. λέγω, ὅτι τὸ AΓΔ τρίγωνον πρὸς τὸ BEZ τριπλασίονα λόγον ἔχει ἢπερ ἡ ΔΓ βάσις τοῦ τριγώνου πρὸς τὴν EZ. ἔστω τῇ AH ἡ ΘK ἴση· οἱ ἄρα AHΓΔ, KΘEZ πρὸς τὸ KΓΔ. ἔχει δὲ ὁ BΘEZ κώνος πρὸς τὸν KHΓΔ κώνον ἰσοῦψῃ διπλασίονα λόγον ἢπερ τὸ BEZ τρίγωνον πρὸς τὸ KΓΔ· ὁ ἄρα AHΓΔ πρὸς τὸν KHΓΔ διπλασίονα λόγον ἔχει ἢπερ ὁ BΘEZ κώνος πρὸς τὸν KHΓΔ κώνον. ὡς ἄρα ὁ AHΓΔ κώνος πρὸς τὸν BΘEZ, οὕτως ὁ BΘEZ πρὸς τὸν KHΓΔ. ὡς δὲ ὁ BΘEZ πρὸς τὸν KHΓΔ, οὕτως