Ancient Greek
35.3
Serenus, De Sectione Cylindri 35.3
Unproofread scanNot analysed yet
εἰ γὰρ δυνατόν, μὴ ἔστωσαν εὐθεῖαι, καὶ ἐπεξευχθῶ ἡ EΘΓ εὐθεῖα. ἐπεὶ οὖν ἡ EΗΓ γραμμὴ καὶ ἡ EΘΓ εὐθεῖα ἐν τῷ EA ἐπιπέδῳ εἰσὶ συνάπτουσαι κατὰ τὰ E, Γ σημεῖα, καὶ ἐστὶν ἡ EΗΓ γραμμὴ ἐπὶ τῆς τοῦ κυλίνδρου ἐπιφανείας, ἡ EΘΓ ἄρα εὐθεῖα οὐκ ἐστὶν ἐπὶ τῆς τοῦ κυλίνδρου ἐπιφανείας. ἐπεὶ οὖν οἱ A, B κύκλοι ἴσοι τε καὶ παράλληλοί εἰσι καὶ τέμνονται ὑπὸ τοῦ EA ἐπιπέδου, αἱ ἄρα κοινὰς αὐτῶν τομαὶ παράλληλοί εἰσιν. εἰσὶ δὲ καὶ ἴσαι· διαμέτροι γάρ εἰσιν ἴσων κύκλων· ἐὰν ἄρα μενόντων τῶν A, B σημείων τὰς AΓ, BE διαμέτρους νοήσωμεν περιενεγκούσας τὴν EΘΓ εὐθεῖαν περὶ τοὺς A, B κύκλους καὶ ἀποκαθισταμένας, ἡ EΘΓ εὐθεῖα γράψει τὴν τοῦ κυλίνδρου ἐπιφάνειαν, καὶ ἔσται τὸ Θ ἐπὶ τῆς ἐπιφανείας. ἦν δὲ ἔκτος· ὅπερ ἀδύνατον. εὐθεῖα ἄρα ἐστὶν ἡ EΗΓ. ὁμοίως δὲ καὶ ἡ ZA. καὶ ἐπίξευγνύουσιν ἴσας τε καὶ παραλλήλους τὰς EZ, ΓΔ· τὸ EA ἄρα παραλληλόγραμμόν ἐστιν· ὅπερ ἔδει δεῖξαι.