Ancient Greek
57.3
Serenus, De Sectione Cylindri 57.3
Unproofread scanNot analysed yet
ια’. Ἐὰν κύλινδρος ἐπιπέδῳ τμηθῇ διὰ τοῦ ἄξονος, ληφθῇ δὲ τι σημεῖον ἐπὶ τῆς τοῦ κυλίνδρου ἐπιφανείας, ὁ μὴ ἐστὶν ἐπὶ τῆς πλευρᾶς τοῦ διὰ τοῦ ἄξονος παραλληλογράμμου, καὶ ἀπ’ αὐτοῦ ἀχθῇ τις εὐθεῖα παράλληλος εὐθείᾳ τινί, ἥτις ἐν τῷ αὐτῷ ἐπιπέδῳ οὔσα τῇ βάσει τοῦ κυλίνδρου πρὸς ὀρθὰς ἐστὶ τῇ βάσει τοῦ διὰ τοῦ ἄξονος παραλληλογράμμου, ἐντὸς πεσεῖται τοῦ παραλληλογράμμου καὶ προσεκβαλλομένη ἕως τοῦ ἑτέρου