Ancient Greek
67.5
Serenus, De Sectione Cylindri 67.5
Unproofread scanNot analysed yet
Ἔστω κύλινδρος, οὗ βάσεις μὲν οἱ A, B κύκλοι, τὸ δὲ διὰ τοῦ ἄξονος παραλληλόγραμμον τὸ ΓΔ, καὶ τεμηθῶ ὁ κύλινδρος ἐπιπέδῳ συμπίπτοντι τῷ τῆς βάσεως ἐπιπέδῳ κατ’ εὐθεῖαν ὀρθὴν πρὸς ΓΔ ἐκβληθείσαν, καὶ ἔστω ἡ γενομένη τομὴ ἢ EZH, κοινὴ δὲ τομὴ τοῦ παραλληλογράμμου καὶ τοῦ τέμνοντος ἐπιπέδου ἢ EH διάμετρος οὖσα τῆς τομῆς, ὡς ἐδείχθη. ληφθέντος δέ τινος σημείου ἐπὶ τῆς τομῆς τοῦ Z κατῃχθῶ ἀπ’ αὐτοῦ ἐπὶ τὴν διάμετρον εὐθεῖα παράλ-