Ancient Greek
73.3
Serenus, De Sectione Cylindri 73.3
Unproofread scanNot analysed yet
ἔστω κύλινδρος, καὶ κατεσκευάσθω ὡς ἐν τῷ ιδ´. ἐπεὶ οὖν ἐδείχθη τὸ μὲν ὑπὸ τῶν ΕΘ, ΘΗ πρὸς τὸ ἀπὸ ΖΘ, ὡς τὸ ἀπὸ τῆς ΕΗ πρὸς τὸ ἀπὸ τῆς διαμέτρου τῆς βάσεως τῆς διχοτομοῦσης τὴν ΕΗ τεταγμένως, ὡς ἐδείχθη πρὸς τῷ δ´ θεωρήματι, ἡ δὲ διχοτομοῦσα τὴν διάμετρον τεταγμένως δευτέρα διάμετρός ἐστιν, ὡς ἐν τῷ πρὸ τούτου, εἰ᾽ ἄν, ὡς τὸ ἀπὸ τῆς ΕΗ διαμέτρου πρὸς τὸ ἀπὸ τῆς δευτέρας διαμέτρου, οὕτως τὸ ὑπὸ τῶν ΕΘ, ΘΗ πρὸς τὸ ἀπὸ τῆς ΖΘ· ὅπερ ἔδει δεῖξαι.