Ancient Greek
75.1
Serenus, De Sectione Cylindri 75.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΥΛΙΝΔΡΟΥ ΤΟΜΗΣ. σαν δὲ κοιναί τομαὶ αὐτοῦ καὶ τῶν παραλλήλων κύκλων αἱ ΣΤ, ΞΟ, ΠΡ, αὐτοῦ δὲ καὶ τῆς ΕΖΗ τομῆς κοινὴ τομὴ ἔστω ἡ ΜΝ. ἐπεὶ οὖν παράλληλα ἐπίπεδα τὰ ΓΔ, ΡΣ τέμνεται ὑπὸ τοῦ ΚΖΑ ἐπιπέδου, αἱ κοιναί αὐτῶν τομαὶ παράλληλοί εἰσι· παράλληλος ἄρα ἡ ΚΘ τῇ ΝΞ. ἢν δὲ καὶ ἡ ΘΕ τῇ ΝΜ παράλληλος· ἡ ἄρα ὑπὸ ΚΘΕ γωνία τῇ ὑπὸ ΞΝΜ ἴση ἐστίν. καὶ ἐπεὶ τὸ ΡΣ παραλληλόγραμμον ἰσογώνιον ἐστὶ τῷ ΓΔ παραλλήλογράμμῳ, ὡς ἐδείχθη ἐν τῷ γʹ θεωρήματι, ἡ ἄρα ὑπὸ τῶν ΣΠΡ γωνία τῇ ὑπὸ τῶν ΕΓΑ ἴση ἐστίν, τούτεστιν ἡ ὑπὸ ΣΞΝ τῇ ὑπὸ ΕΚΘ· ὁμοία ἄρα ἀλλήλοις τὰ ΕΚΘ, ΜΞΝ τρίγωνα. ὡς ἄρα ἡ ΚΘ πρὸς ΘΕ, οὕτως ἡ ΞΝ πρὸς ΝΜ· καὶ ὡς τὸ ἀπὸ τῆς ΚΘ ἄρα πρὸς τὸ ἀπὸ τῆς ΘΕ, τούτεστι τὸ ἀπὸ τῆς δευτέρας διαμέτρου τῆς ΦΖ πρὸς τὸ ἀπὸ τῆς ΕΗ διαμέτρου, οὕτως τὸ ἀπὸ τῆς ΞΝ πρὸς τὸ ἀπὸ τῆς ΝΜ. ἀλλὰ τὸ ἀπὸ τῆς ΝΞ ἴσον ἐστὶ τῷ ὑπὸ τῶν ΦΝ, ΝΖ· κύκλος γὰρ ἐστὶν ὁ ΚΖΑ, καὶ ὀρθὴ ἡ ΘΖ ἐπὶ τὰς ΚΘ, ΞΝ. ὡς ἄρα τὸ ἀπὸ τῆς ΦΖ δευτέρας διαμέτρου πρὸς τὸ ἀπὸ τῆς ΕΗ διαμέτρου, οὕτως τὸ ὑπὸ τῶν ΦΝ, ΝΖ πρὸς τὸ ἀπὸ τῆς ΜΝ· ὃ προέκειτο δεῖξαι.