Ancient Greek
83.3
Serenus, De Sectione Cylindri 83.3
Unproofread scanNot analysed yet
Καὶ ταῦτα δέδεικται ἐπὶ τῆς ἐλλείψεως ἐν τοῖς Κοινικοῖς θεωρήματι κ'. Ἔστι μὲν οὖν καὶ δι' ἑτέρων πλείστων ἐπιδεῖξαι τὴν ταυτότητα τῶν τομῶν διὰ τῶν κοινῇ συμβαινόν- 10 τῶν αὐταῖς· οὐ μὴν ἀλλὰ τὰ γε ἀρχικώτερα τῶν συμπτωμάτων εἴρηται σχεδόν. ἔπειτα μέχρι τοῦδε προαχθείσης τῆς θεωρίας οὐχ ἔμοι προσήκει τοῦντεύθεν ἐπὶ τῶν λοιπῶν ἕκαστα διεξιόντι τοῖς ἀλλοτρίοις ἐνδιατρίβειν· ἀνάγκη γὰρ πον λεπτολογούντα περὶ ἐλλεί- 15 ψεως ἐπεισυγκληθῆναι καὶ τὰ τῷ Περγαίῳ Ἀπολλωνίῳ τεθεωρημένα περὶ αὐτῆς. ἀλλ' ὅτῃ σπουδὴ περαιτέρω σκοπεῖν, ἔξεστι ταῦτα παρατιθέντι τοῖς ἐν τῷ πρώτῳ τῶν Κοινικῶν εἰρημένοις αὐτῷ δι' αὐτοῦ βεβαιῶσαι τὸ προκείμενον· ὅσα γὰρ ἐν ἐκείνοις περὶ τὴν τοῦ κώνου 20 τομὴν συμβαίνοντα τὴν καλουμένην ἔλλειψιν, τοσαῦτα καὶ περὶ τὴν τοῦ κυλίνδρου τομὴν ἐκ τῶν ἐνταῦθα προδεδειγμένων εὑρήσει συμβαίνοντα. διόπερ τοῦτον μὲν ἀποστάς, ὀλίγα δὲ ἄττα λημμάτια προσθεῖς, δι' ὧν καὶ αὐτῶν ἐνδείκνυται πῶς ἡ τῶν τομῶν ταυτότης, ἐπ' 25 ἄλλο τι τρέψομαι.