Ancient Greek
91.1
Serenus, De Sectione Cylindri 91.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΤΛΙΝΔΡΟΥ ΤΟΜΗΣ. κα´. Κώνου δοθέντος καὶ ἔλλειψεως ἐν αὐτῷ εὑρεῖν κύλινδρον τεμνόμενον τῇ αὐτῇ ἔλλειψει τοῦ κώνου. ἔστω ὁ δοθεὶς κώνος, οὗ τὸ διὰ τοῦ ἄξονος τρίγωνον τὸ ABΓ, ἡ δὲ δοθεῖσα ἐν αὐτῷ ἔλλειψις, ἧς διάμετρος ἡ ZE, ἥτις ἐκβεβλήσθω ἐπὶ τὸ A, καὶ παρἄλληλος τῇ ZA ἡ AM, καὶ τῶν BM, MΓ μέση ἀνάλογον ἔστω ἡ MH, καὶ ἐπεζεύχθω ἡ AH, καὶ διὰ τῶν Z καὶ E σημείων τῇ AH παράλληλοι ἠχθώσων αἱ ZΘ, KEA, καὶ συμπληρωσθῶ τὸ ΘA παραλληλόγραμμον. ἐὰν δὴ νοήσωμεν κύλινδρον, οὗ βάσις μὲν ὁ περὶ διάμετρον τὴν ΘK κύκλος, τὸ δὲ διὰ τοῦ ἄξονος παραλληλόγραμμον τὸ ΘA, ἔσται καὶ ἐν τῷ κυλίνδρῳ τομή, ἧς διάμετρός ἐστιν ἡ ZE. ὁμοίως δὴ τῷ πρὸ τούτου θεωρήματι δεῖχθήσεται καὶ ἡ δευτέρα διάμετρος ἡ αὐτὴ οὖσα καὶ πᾶσαι αἱ τεταγμένας ἀγόμεναι. εὑρεται ἄρα κύλινδρος, ὃς τέμνεται τῇ δοθείσῃ ἔλλειψει τοῦ δοθέντος κώνου· ὅπερ ἔδει ποιῆσαι.