Ancient Greek
97.1
Serenus, De Sectione Cylindri 97.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΤΛΙΝΔΡΟΥ ΤΟΜΗΣ. ΓΒΑ τριγώνω. καὶ ἐπεὶ ἡ ΒΖ τέμνει τὴν ΒΗ, ἡ ΒΖ ἄρα ἐκβαλλομένη πάσας τὰς τῇ ΒΗ παραλλήλους ἐπ’ ἄπειρον ἐκβαλλομένας τέμνει· καὶ αἱ παράλληλοι οὖν τῇ ΒΖ τὰς τῇ ΒΗ παραλλήλους τέμνουσιν. ἔχθω δὲ τῇ ΒΖ παράλληλος ἡ ΜΝ καὶ ἐκβληθεῖσα τεμνέτω τὰς ΘΑ, ΕΚ κατὰ τὰ Ξ, Ο σημεῖα, καὶ τῇ ΕΘ παράλληλος ἔχθω ἡ ΚΑ καὶ περὶ τὴν ΚΑ διάμετρον κύκλος παράλληλος τῷ περὶ τὴν ΕΘ· νοηθήσεται δὲ κύλινδρος, οὗ βάσεις μὲν οἱ ΕΘ, ΚΑ κύκλοι, τὸ δὲ διὰ τοῦ ἄξονος παραλληλόγραμμον τὸ ΚΘ, δηλονότι καὶ αὐτὸ πρὸς ὀρθὰς ὂν τῇ βάσει. καὶ ἐὰν διὰ τοῦ Μ τῇ ΓΑΖ βάσει πρὸς ὀρθὰς ἀγάγωμεν τὴν ΜΠ ἐν τῷ αὐτῷ ἐπιπέδῳ οὖσαν τῷ Α κύκλῳ καὶ διὰ τῶν ΜΠ, ΜΟ διεκβάλωμεν ἐπίπεδον, ποιήσει ἐν μὲν τῷ κώνῳ τὴν ΝΣΤ ἔλλειψιν, ἐν δὲ τῷ κυλίνδρῳ τὴν ΟΦΞ, διάμετροι δὲ τῆς μὲν ἡ ΝΤ, τῆς δὲ ἡ ΟΞ. λέγω δή, ὅτι ἡ ΝΣΤ ἔλλειψις τῇ ΟΦΞ ἔλλειψει ὁμοία ἐστίν.