Ancient Greek
99.1
Serenus, De Sectione Cylindri 99.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΤΛΙΝΔΡΟΥ ΤΟΜΗΣ. πρὸς τὸ ἀπὸ τῆς συζυγοῦς διαμέτρου, φέρε τῆς ΣΩ· ὡς ἄρα τὸ ἀπὸ τῆς ΟΞ πρὸς τὸ ἀπὸ τῆς ΦΨ, οὕτως τὸ ἀπὸ τῆς ΝΤ πρὸς τὸ ἀπὸ τῆς ΣΩ. καὶ ὡς ἡ ΟΞ ἄρα πρὸς τὴν ΦΨ συζυγῆ διάμετρον, οὕτως καὶ ἡ ΝΤ πρὸς τὴν ΣΩ συζυγὴ διάμετρον. ὅτι δὲ καὶ πρὸς ἴσας γωνίας τέμνουσιν ἡ τε ΟΞ τὴν ΦΨ καὶ ἡ ΝΤ τὴν ΣΩ, δῆλον· τὰς γὰρ ΨΦ, ΩΣ παραλλήλους οὔσας ἀλλήλαις τε καὶ τῇ ΜΡ ἢ ΜΟ τέμνει. ἡ ἄρα ΟΦΞ τομῇ τῇ ΝΣΤ τομῇ ὁμοία ἐστί. καὶ οὐκ ἔστι κύκλος οὐδετέρα αὐτῶν διὰ τὸ μὴ ὀπεναντίαν εἶναι τὴν τομὴν τῆς ὑπὸ τῶν ΑΒ, ΒΖ γωνίας, τοιούστει τῆς ὑπὸ τῶν ΒΤ, ΤΝ, ἄνισον οὔσης τῇ ὑπὸ τῶν ΒΓ, ΓΔ. ἔλλειψις ἄρα ἐστὶν ἑκατέρα τῶν ΟΦΞ, ΝΤΣ τομῶν, καὶ εἰσὶν ὁμοιαι ἀλλήλαις· ὅπερ ἔδει δεῖξαι.