Ancient Greek · ~24 min
Section 3
Severianus Gabalensis, De caeco nato 3.1
Not analysed yet
Ὁ βλέπων οὖν ἀπολλύμενον καὶ μὴ ζηλῶν, ὥς πού φησι Παῦλος· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; ,οὐκ ἔστιν οὗτος μαθητὴς Παύλου. Ἀντιπαραβαλλέτω τοῦ πατρὸς τὰ κατορθώματα, καὶ εὑρήσει αὐτὸν συνᾴδοντα ταῖς ἀποστολικαῖς φωναῖς· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Οἱ οὕτω φρονοῦντες, ἀδελφοί εἰσι τῶν ἀποστόλων. Δίκαιος γὰρ οὐκ ἐν οἷς ἁμαρτάνει μόνον ἀθυμεῖ, ἀλλὰ καὶ ἐν οἷς βλέπει ἄλλους ἁμαρτάνοντας, ὥς φησιν ὁ Δαυίδ· Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Εἴ τις ἐπὶ ταῖς ἄλλων ἁμαρτίαις ἀθυμεῖ, ζῆλον ἔχει εὐσεβείας. Ὁ γὰρ δίκαιος, ὅταν τὸν ἑαυτοῦ βίον διορθῶται, δακρύει καὶ πενθεῖ τοῦ τὴν ἁμαρτίαν ἐξαλεῖψαι τὴν ἑαυτοῦ· καὶ τότε τῆς ἁμαρτίας τῆς ἰδίας παυσάμενος τὰς ἄλλων λοιπὸν πενθεῖ ἁμαρτίας, καθὼς καὶ Παῦλος· Μήπως ἐλθὼν πολλοὺς πενθήσω τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων. Παῦλος πενθεῖ τοὺς ἁμαρτήσαντας, καὶ μὴ μετανοήσαντας· Σαμουὴλ πενθεῖ τὸν Σαούλ, ὡς εἰπεῖν τὸν θεόν· Ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαούλ; Βλέπεις ψυχὴν ἀπολλυμένην, καὶ οὐ πενθεῖς; Νεκρὸν ἐάν τις ἴδῃ προκομιζόμενον καὶ μὴ δακρύσῃ, ὡς ἀπηνὴς καὶ σκληρὸς καὶ θηριώδης ἐλέγχεται· ψυχὴν ἐὰν ἴδῃς ἐν ἀσεβείᾳ βαπτιζομένην καὶ αἰωνίῳ θανάτῳ καταδικαζομένην καὶ τῇ ἀπιστίᾳ διαμένουσαν, οὐ δακρύεις, εἰπέ μοι, καὶ πενθεῖς; καὶ τοῦτο εὐλαβοῦς ψυχῆς; Πάντα μὲν οὖν τὰ ἄλλα ἁμαρτήματα δεῖ πενθεῖν τὸν εὖ φρονοῦντα, ἐξαιρέτως δέ, ὅταν ἴδῃ ψυχὴν ἐν ἀσεβείᾳ βεβαπτισμένην Ἑλληνισμοῦ. Ἐπὶ τῇ τοιαύτῃ ψυχῇ οὐ δεῖ μόνον πενθεῖν, ἀλλὰ καὶ πυροῦσθαι καὶ ἐμπιπρᾶσθαι τῷ ζήλῳ, ἵνα γένηται Παύλου μαθητής. Διατρίβοντος γάρ φησι Παύλου ἐν ταῖς Ἀθήναις, ἐνεπίπρατο αὐτοῦ τὸ πνεῦμα θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν. Διὰ τί δὲ ταῦτα οἱ ἅγιοι φρονοῦσιν, ὥς που καὶ ὁ θαυμάσιος οὗτος πατὴρ ἔκδικος τῆς εὐσεβείας ἦν; Καθάπερ γάρ ἐστι βασιλεὺς ὁ ἐπὶ γῆς κατέχων τῆς ὑπ’ αὐτὸν οἰκουμένης, ἔχει δὲ ἐν ἑκάστῳ δικαστηρίῳ τοῦ παλατίου συνηγοροῦντας· οὕτως ἔχει ὁ θεὸς τοὺς πιστοὺς ποιμένας ἐκδίκους τῆς εὐσεβείας. Πολλοὶ γὰρ πολλάκις διασύροντες τῶν Ἑλλήνων λέγουσιν, ὅταν ἀκούσωσι Χριστιανῶν λεγόντων αὐτοῖς· Διὰ τί βλασφημεῖτε; διὰ τί ἀσεβεῖτε; ,εὐθέως διασύρουσιν· Ἴδε οἱ ἔκδικοι τοῦ θεοῦ· οὐ δύναται ἑαυτὸν ἐκδικῆσαι ὁ θεός; Ἀλλ’ ἑαυτὸν οὐκ ἐκδικεῖ –οὐ γὰρ ὑβρίζει τὴν θεότητα –,ἀλλὰ διὰ πιστῶν οἰκετῶν τοὺς ἀγνώμονας δούλους μαστίζει. Χρείαν ἔχει ἐκδίκων ὁ θεός; Ναί· οὐκ ἐπειδὴ αὐτὸς ἀσθενεῖ, ἀλλ’ ἵνα σοὶ θύραν ζήλου ἀνοίξῃ. Εἰ γὰρ πάντα δι’ ἑαυτοῦ ἐποίει, ἀπεκλείετο ἡ ὁδὸς τῆς ζωῆς τῷ ζηλωτῇ. Οὐκ ἐθεομάχει ποτὲ Φαραώ, καὶ ἦν ἐν ἀσεβείᾳ βεβυθισμένος· καὶ οὐδαμοῦ μάστιξ προσηνέχθη, ἕως ἀνέκυψε Μωϋσῆς ὁ πιστός; Οὐκ ἐκόμα ἡ πολύθεος πλάνη σὺν τοῖς ψευδέσιν ἱερεῦσι καὶ τοῖς ψευδοπροφήταις, καὶ οὐδαμοῦ παρὰ θεοῦ πληγή, ἕως ἀνέκυψεν Ἠλίας ὁ ζηλωτής; Ἔκδικοί εἰσιν ὁμολογουμένως τοῦ θεοῦ οἱ ἅγιοι. Διὸ καὶ Παῦλος λέγει· Ἐν ἑτοίμῳ ἔχομεν ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. Ἔτι δὲ ἡ θαυμασία Δεβόρρα ἐν γυναιξίν, ἡ γυναικὸς ἀσθένειαν ἔχουσα, καὶ ἀνδρείαν ἀρετῆς προφητεύουσα, περὶ ἧς φησιν ἡ γραφή· Καί Ἀνέστη Δεβόρρα, μήτηρ ἐν τῷ Ἰσραήλ, μήτηρ ἐγένετο τοῦ λαοῦ δι’ εὐσέβειαν καὶ τοσοῦτον ἤκμαζεν, ὥστε καὶ τοὺς στρατηγοὺς πολέμου γενομένου τοὺς περὶ τὸν Βαρὰκ λέγειν τῇ γυναικί· Ἐὰν μὴ σὺ ἔλθῃς εἰς πόλεμον μεθ’ ἡμῶν, ἡμεῖς οὐκ ἐρχόμεθα. Οὐ τῇ τῆς γυναικὸς ἐθάρρουν ἀνδρείᾳ, ἀλλὰ τῇ τῆς προφητείας δυνάμει. Ἐξῆλθον πολλοὶ συνεργοὶ τῆς τοῦ θεοῦ βουλῆς, καὶ ἐξέκοπτον τοὺς ἀλλοφύλους. Ἐκείνη οὖν ἡ μακαρία Δεβόρρα τὴν ἀλήθειαν φέρουσα λέγει· Κύριε, οἱ ἀγαπῶντές σε, ὡς ἀνατολὴ τοῦ ἡλίου· οἱ δὲ ἐχθροί σου, ὡς ἀπόσμηγμα λύχνου. Κύριε, οἱ ἀγαπῶντές σε, ὡς ἀνατολὴ τοῦ ἡλίου. ἐπειδὴ ὁ ἥλιος οὐδέποτε σβέννυται· οἱ δὲ ἐχθροί σου, ὡς ἀπόσμηγμα λύχνου· λύχνος γὰρ καὶ πρόσκαιρον ἔχει φῶς, καὶ πάλιν σβέννυται. Εἶτα ἐπαινεῖ τὸν στρατηγὸν ὑπουργήσαντα τῇ τοῦ θεοῦ βουλῇ, καὶ μετὰ ταῦτα κελεύει καταρᾶσθαι τοὺς κατοικοῦντας Μαζώρ, ὅτι οὐκ ἐξῆλθον εἰς βοήθειαν κυρίου . Βοηθείας ἄρα ἔχρῃζεν ὁ θεός; Ναί. Δεῖ φανῆναι τοὺς βοηθοῦντας τῇ εὐσεβείᾳ. Οὕτως οὖν καὶ ὁ θαυμάσιος οὗτος πατὴρ οὐ θεῷ ὡς ἀτονοῦντι βοηθεῖ, ἀλλ’ εἰς τοῦτο ταγεὶς ἐκδικεῖ τὴν εὐσέβειαν, τῷ σώματι μὲν ἐνδεικνύμενος πρὸς ἀπώλειαν, ἀλλὰ ψυχὰς ἐμβαλλόμενος πρὸς δυναστείαν. Τὰ γὰρ βέλη τοῦ δυνατοῦ ἠκονημένα. Καὶ μὴ θαυμάσῃς, εἰ οἱ ποιμένες Χριστοῦ καὶ διδάσκαλοι εὐσεβείας ἐκδικοῦσι τὴν ἀλήθειαν· ἀλλὰ κἂν μὴ ᾖ τις διδάσκαλος, μηδὲ διδασκαλικὸν θρόνον πεπιστευμένος, ἀλλὰ ἁπλῶς δεξάμενος Χριστοῦ λόγον, καὶ ἐν μαθητοῦ τάξει τυγχάνων, ὀφείλει ζῆλον ἔχειν θεοῦ, καὶ ἀμοιβὰς ἀποδιδόναι τῷ εὐεργέτῃ ἐν τῷ ἐλευθεροστομεῖν, καὶ ὑπὲρ τῆς ἀληθείας φθέγγεσθαι, καὶ κατὰ ἀσεβείας ἀγωνίζεσθαι, ἵνα ἀκούσῃ παρὰ τῆς ἁγίας γραφῆς· Τέκνον, ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας, καὶ κύριος ὁ θεὸς πολεμήσει ὑπὲρ σοῦ. Οὐδὲν θαυμαστόν, εἰ εὐσέβειαν ἐκδικοῦσιν ἅγιοι. Πολλάκις καλεῖ τι δι’ ἐπιείκειαν, ὡς θεὸς ἀγαθός, καὶ οἱ προφῆται οὐ συγχωροῦσι τρωθῆναι τὴν εὐσέβειαν ἐκ τῆς τοῦ θεοῦ ἐπιεικείας. Λέγει ὁ θεὸς διὰ Μωϋσέως· Εἰπὸν τῷ Φαραώ· Ἐξαπόστειλον τὸν λαόν μου· εἰ δὲ οὐ βούλει, ἰδοὺ ἀποστελῶ τὰ σημεῖα, καὶ πατάξω σε. Ἐπλήγη Μωϋσῆς ἐπὶ τῷ ῥήματι, καὶ δίδοται ἔννοια τῷ εὐσεβεῖ, καί φησι· Μὴ νομίσῃς, ὅτι ἐξ ἰσοτιμίας ἔχει λαὸν αὐτός, καὶ λαὸν ὁ θεός. Καὶ ἀγωνιάσας, μήποτε ἡ πολλὴ τοῦ θεοῦ ἀγαθότης καὶ ἐπιείκεια βλάψῃ αὐτόν, καὶ νομίσῃ ἀντιπολιτεύεσθαι θεῷ, ἀκούσας Ὁ λαός σου καὶ Ὁ λαός μου, ἀναφέρει τὸ κήρυγμα. Τάδε λέγει κύριος ὁ θεὸς τῶν Ἑβραίων· Ἐξαπόστειλον τὸν λαόν μου· εἰ δὲ μὴ βούλει, ἰδοὺ ἐγὼ ἐξαποστελῶ τὰ σημεῖα, καὶ πατάξω σε καὶ τοὺς θεράποντάς σου· ἵνα μάθῃς ὅτι τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς . Ἡ γῆ ἤκουσε λαὸν καὶ λαόν, καὶ οὐκ ἠκολούθησε τῷ λόγῳ, ἀλλὰ λέγει Πᾶσα ἡ γῆ τοῦ κυρίου ἐστίν. Εἰ γὰρ καὶ ἐπιεικείᾳ ἐχρήσατο ὁ θεός, ἀλλ’ οὗτος οὐ προδίδωσι τὴν δεσποτικὴν αὐθεντίαν. Διὰ τοῦτο γὰρ καὶ ὁ θεὸς οὕτως ἐλάλησεν, ἵνα γυμνωθῇ τοῦ εὐσεβοῦς ὁ ζῆλος. Ἀλλὰ καὶ φιλοῦσιν ἀεὶ πιστοὶ ὑπερβαίνειν τοῦ θεοῦ τὰ ῥήματα· λέγει γὰρ ὁ σωτὴρ τοῖς μαθηταῖς· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; Λέγει εἷς τῶν μαθητῶν αὐτοῦ· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. Ὁ ζῆλος τοῦ ἁγίου πνεύματος καὶ ὑμᾶς διδασκέτω ζηλωτὰς εἶναι, καὶ ὑπὲρ εὐσεβείας πάσχειν, καὶ ἀγωνίζεσθαι ὑπὲρ δικαιοσύνης τὸν καλὸν ἀγῶνα .