Ancient Greek
Section 4
Severianus Gabalensis, De caeco nato 4.1
Not analysed yet
Ἄξιον γάρ ἐστι τὸ μιμητὰς εἶναι διδασκάλου ἀγαθοὺς μαθητάς, ὡς καὶ Παῦλος λέγει· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Θέλεις μαθεῖν, ὅτι καὶ ὁ ἁπλῶς μαθητὴς καὶ μαθητοῦ τάξιν ἔχων ὀφείλει ἔχειν ζῆλον εὐσεβείας; Ἄκουε πῶς ὁ Χριστὸς τὸν ἐκ γενετῆς τυφλὸν ἐθεράπευσε· μᾶλλον δὲ αὐτῆς ἐξ ἀρχῆς τῆς ἱστορίας ἀκούσωμεν. Μετὰ γὰρ πολλὰ τῷ εὐαγγελιστῇ εἰρημένα, οὕτως ἤρξατο λέγειν· Παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, καὶ τὰ ἑξῆς. Καὶ πτύσας, καὶ πηλὸν ποιήσας ἔχρισεν αὐτοῦ τοὺς ὀφθαλμούς, καὶ εἶπεν αὐτῷ· ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ · καὶ νιψάμενος ἀνέβλεψεν. Οἱ Ἰουδαῖοι ἔγνωσαν αὐτόν καὶ λέγουσιν· Οὐχ οὗτός ἐστιν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος τυφλὸς ὤν; Ἄλλοι ἔλεγον, ναί· ἄλλοι, οὔκ, ἀλλ’ ὅμοιος αὐτῷ ἐστιν. Ἐκεῖνος ἔλεγεν, ὅτι ἐγώ εἰμι. Οἱ Φαρισαῖοι δὲ καὶ οἱ ἄρχοντες τῶν Ἰουδαίων ὁρῶντες, ὅτι τὸ θαῦμα πολλοὺς ἔχει ἑλκύσαι πρὸς τὸν Χριστόν, δακνόμενοι ἐκ τοῦ ζήλου τῆς ἀσεβείας, καὶ πληττόμενοι τῷ κέντρῳ τῆς ἀληθείας, καλοῦσιν ἔσω τόν ποτε τυφλόν. Καὶ ἦν ἰδεῖν πονηρὸν θέατρον, εὐσεβείας ἐκδικουμένης, καὶ πονηρῶν δικαστῶν κρινόντων, καὶ μεγάλου συνηγόρου συναγωνιζομένου, καὶ θεοῦ βραβεύοντος καὶ ἐφορῶντος. Καλοῦσι τόν ποτε τυφλὸν καὶ ἀναβλέψαντα Ἰουδαίων παῖδες καὶ ἱστῶσιν ἐν μέσῳ τοῦ συνεδρίου, καὶ λέγουσιν αὐτῷ· Εἰπὲ πῶς ἀνέβλεψας, καὶ τίς σου διήνοιξε τοὺς ὀφθαλμούς, καὶ τί σοι ἐποίησεν; Ταῦτα ἔλεγον, οὐχ ἵνα μάθωσιν, ἀλλ’ ἵνα τῷ σχήματι τῆς ἐρωτήσεως φόβον ἐνέγκωσιν. Πολλάκις γὰρ τὸ σχῆμα τῆς ἐρωτήσεως διδάσκαλος γίνεται τῷ ἐρωτωμένῳ ἀποκρίνασθαι ἢ σιωπῆσαι· ὡς ἄν τις εἴποι τινὶ μέλλοντι μαρτυρεῖν εἰς πρᾶγμα· Οἶδας τὴν ὑπόθεσιν; παρῆς; πόθεν οἶδας τὸ πρᾶγμα; καὶ τὸ σχῆμα αὐτὸν διδάσκει ἀρνήσασθαι. Οὕτω κἀκεῖνοι· Πῶς ἀνέβλεψας; τίς ἠνέῳξέ σου τοὺς ὀφθαλμούς; Ὁ δὲ ἧττον φροντίσας τῆς ἀπειλῆς, εἴχετο μᾶλλον τῆς ἀληθείας, καί φησιν· Ἄνθρωπός τις λεγόμενος Ἰησοῦς πηλὸν ποιήσας ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· ὕπαγε, νίψαι εἰς τὸ Σιλωάμ. Καὶ ἀπελθὼν ἐνιψάμην, καὶ ἀνέβλεψα. Οὐκ ᾔδει τὴν ἀλήθειαν, ἀλλὰ τὴν εὐεργεσίαν ἐγνώρισε· τοῦ εὐεργέτου τὸ ἀξίωμα οὔπω ᾔδει. Ἄνθρωπός τις πηλὸν ποιήσας ἐπέχρισέ μου τοὺς ὀφθαλμούς ,καὶ βλέπω. Οὐκ ἐπίστευσαν οἱ Ἰουδαῖοι, ὅτι τυφλὸς ἦν, καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος. Ἡ παραγραφὴ τῆς κακίας εἰς ἀμφιβολίαν ἤνεγκε τὴν ἀλήθειαν. Καλοῦσι τοὺς γονεῖς τοῦ τυφλοῦ. Ἡ κακία καθ’ ἑαυτῆς συνάγει τοὺς μάρτυρας. Ἐκλήθησαν οἱ γονεῖς τοῦ τυφλοῦ. Πάλιν τὸ αὐτὸ σχῆμα τῆς ἐρωτήσεως· Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε, ὅτι τυφλὸς ἐγεννήθη; Πῶς οὖν ἄρτι βλέπει; Ἐκεῖνοι τὸν τρόπον τῆς κακίας νοήσαντες, ὅτι ἀπειλὰς προσφέρουσιν, ἴσμεν, ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν· καὶ ὅτι τυφλὸς ἐγεννήθη, οἴδαμεν· πῶς δὲ νῦν βλέπει, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμούς, οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε· αὐτὸς τὰ περὶ ἑαυτοῦ λαλήσει. Καὶ ὅρα τοῦ θεοῦ τὴν σοφίαν. Ἵνα μὴ παραγράφωνται αὐτοῦ τὴν φωνὴν τοῦ ἀναβλέψαντος, ἢ ὡς νέου ὄντος ἢ ὡς οὐκ εἰδότος εἰπεῖν, ὡς ἐπὶ τῶν κοινῶν δικαστηρίων, ᾠκονόμησεν ὁ θεὸς πρῶτον δειχθῆναι αὐτὸν τῆς ἐννόμου ἡλικίας. Ἡλικίαν ἔχει αὐτός φησιν· αὐτὸν ἐρωτήσατε · ἐπειδὴ οἱ ἀφήλικες συνηγόρων χρῄζουσιν, οἱ δὲ τελείαν φέροντες τὴν ἡλικίαν, αὐτοὶ ἑαυτῶν συνήγοροι γίνονται. Ἀπεκρίθησαν οἱ γονεῖς αὐτοῦ, καὶ εἶπον ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, καὶ ὅτι τυφλὸς ἐγεννήθη, οἴδαμεν . Ὡμολόγησαν οἱ γονεῖς, ἵνα μὴ ᾖ ἀμφιβολία, ὅτι οὐκ ἦν τυφλός. Ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε· αὐτὸς τὰ περὶ αὐτοῦ λαλήσει. Καλοῦσι πάλιν, φησίν, αὐτὸν ἐκ δευτέρου καὶ λέγουσιν αὐτῷ· Τί ἐποίησέν σοι; πῶς ἠνέῳξέν σου τοὺς ὀφθαλμούς; Ἐκεῖνος λοιπὸν ἐνδυσάμενος θεοῦ ζῆλον, διαπτύει τὴν ἐρώτησιν, καὶ ὡς ἀναξίους ἀποκρίσεως, οὐκ ἀξιοῖ λόγου, ἀλλὰ τί λέγει αὐτοῖς; Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετέ μου ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; Καὶ μιμεῖται τὴν Χριστοῦ διδασκαλίαν, ὁ μηδέπω ἀκούσας τὴν Χριστοῦ διδασκαλίαν. Οἱ γὰρ Ἰουδαῖοι ἐν τοῖς ἐγκαινίοις κυκλώσαντες τὸν σωτῆρα ἐν τῇ στοᾷ Σολομῶντος, ἔλεγον αὐτῷ· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. Λέγει αὐτοῖς· Εἶπον ὑμῖν, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; Καὶ ὅρα συνηγόρου εὐσέβειαν. Ἐπειδὴ προσέσχεν τῇ κακίᾳ τῶν Ἰουδαίων, ὅτι πάντα ποιοῦσι καὶ σχηματίζονται ἀπειλὴν καὶ φόβον αὐτῷ ἐπισείειν ὑπὲρ τοῦ μὴ ὁμολογεῖν αὐτὸν διδάσκαλον, λέγει αὐτοῖς· Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν· μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ αὐτοῦ γενέσθαι; Τῷ εἰπεῖν μὴ καὶ ὑμεῖς; ἔδειξεν, ὅτι τὸ ἐγὼ ὁμολογεῖται. Ταύτην τὴν φωνὴν ἐχέτω πᾶς Χριστιανὸς ἀφ’ Ἑλληνισμοῦ καταγόμενος. Ὅταν γάρ σοι συντύχοι Ἕλλην ἀρχαίαν ἔχων συνήθειαν πλάνης, καὶ εἴποι σοι, ὅτι Χριστιανὸς ἐγένου, εἰπὲ αὐτῷ, Ναί· μὴ καὶ σὺ θέλεις γενέσθαι; Ὁ σκοπὸς τοίνυν τοῦ ἀναβλέψαντος καὶ ψυχῇ καὶ σώματι τοιοῦτος ἦν. Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετέ μου ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; Ἀντὶ τοῦ τοσοῦτον ἀπέχετε τοῦ ἐμὲ μεταπεῖσαι, ὅτι καὶ ἐγὼ προσδοκῶ μᾶλλον ὑμᾶς μεταβληθέντας Χριστὸν αὐτὸν καθομολογῆσαι. Εἶτα τί πρὸς αὐτὸν οἱ Ἰουδαῖοι· Ἐλοιδόρησαν αὐτόν, καὶ εἶπον· Σὺ εἶ μαθητὴς ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί. Ἡμεῖς οἴδαμεν, ὅτι Μωϋσῇ ἐλάλησεν ὁ θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. Ἐννόησον τὸ πλῆθος τῶν ἀντιλεγόντων, καὶ τὴν δύναμιν ἑνὸς τοῦ ἀνθεστηκότος. Καὶ οὐκ ἐσιώπησε πάλιν ὁ συνήγορος τῆς ἀληθείας, ἀλλ’ ἵστατο, ἐν γὰρ τούτῳ θαυμαστόν ἐστι, λέγων, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἠνέῳξέν μου τοὺς ὀφθαλμούς. Εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. Εἰστήκει ἀγωνιζόμενος, καὶ ὁ θεὸς ἐπόπτης καὶ βραβευτής· πολλοὶ δεινοὶ καθ’ ἑνὸς ἰσχυροῦ, νέφος ἄπιστον πρὸς μίαν σταγόνα πίστεως. Ἀπὸ τοῦ αἰῶνός φησιν οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. Εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. Ἐπειδὴ σεμνύνεσθέ φησι τῇ Μωϋσέως διδασκαλίᾳ. Οὐ μνημονεύει μὲν Μωϋσέως τέως, ἵνα μὴ παροξύνῃ· λέγει δέ· Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου ,τουτέστιν, τίς ἤνοιξεν ἄλλος προφήτης; οὐδὲ τὴν ὑπεροχὴν ὁρῶντες, οὐδὲ σύγκρισιν. Ὅσον δὲ οὗτος τῆς ἀληθείας ἀντείχετο, τοσοῦτον ἐκεῖνοι τῆς ἀναισχυντίας οὐκ ἐπαύοντο. Ἐπειδὴ ἀρνήσασθαι οὐκ ἐδύναντο, ἐσπούδασαν λοιπὸν καλύψαι καί φασι· Δὸς δόξαν τῷ θεῷ· οἴδαμεν ἡμεῖς, ὅτι ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. Δόξα υἱοῦ ἡ δόξα πατρός, καὶ ἀμέριστος ἡ δόξα. Ἀγωνίζεται ἔχων τὸν καλὸν ἀγῶνα πρὸς Ἰουδαίους. Λέγουσιν αὐτῷ· Δὸς δόξαν τῷ θεῷ. Ποίῳ; Τοῦ νόμου τοῦ ἡμετέρου; Καὶ δίκαιόν ἐστι ἄλλον εὐεργετῆσαι καὶ ἄλλον δοξασθῆναι; Δὸς δόξαν τῷ θεῷ. Ἄλλος εὐεργέτης, καὶ ἄλλῳ δῶ δόξαν; Ὡμολόγησαν, ὅτι πηλὸν ἐποίησεν Ἰησοῦς, καὶ ἔχρισεν αὐτοῦ τοὺς ὀφθαλμούς· ὁ ἀνοίξας ὁμολογεῖται, καὶ ἄλλῳ ἀνενέγκω τὴν δόξαν; Διὰ τί δὲ δῶ δόξαν τῷ θεῷ; Ὅτι τὸ ἔργον τοῦτο τοῦ θεοῦ ἐστιν. Οἱ δὲ οὖν ἄκοντες ὁμολογεῖτε, ὅτι θεὸς ὁ Χριστός. Δὸς δόξαν τῷ θεῷ. Εἰ γὰρ τὸ ἔργον τοῦ θεοῦ, καὶ ὀφείλεται αὐτῷ ἡ δόξα· ὁ ποιητὴς τοῦ ἔργου αὐτός ἐστι θεός. Δὸς δόξαν τῷ θεῷ. Ἡμεῖς οἴδαμεν, ὅτι ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. Ἀπεκρίθη αὐτοῖς ὁ ποτὲ τυφλός· Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω.