Ancient Greek
Section 32
Severianus Gabalensis, De centurione et contra Manichaeos et Apolinaristas 32
Not analysed yet
Ἀπηυχόμην μὲν πάντας ὑμᾶς ἢ τὰ παρ’ ἐκείνων ἀκούειν ἢ τὰς ἑρμηνείας τὰς παρ’ ἐκείνοις. Οὐκ ἤθελον γὰρ ὑμᾶς οὔτε τὸ τραῦμα ἰδεῖν, οὔτε τὴν ἔμπλαστρον τοῦ τραύματος. Ἐπειδὴ δὲ τὸ ἕλκος νέμεται, καὶ ἐν προσχήματι ὀρθοδοξίας τὴν κακοδοξίαν εἰσάγει καὶ λέγει τὸν Χριστὸν νοῦν μὴ ἀνειληφέναι, καὶ κατὰ τῶν ἀποστολικῶν καινοτομεῖ δογμάτων, ἀναγκαίως ταῦτα ἐγυμνάσαμεν, ἵνα κἀκείνους ἐπιστομίσωμεν καὶ ὑμᾶς ἀσφαλισώμεθα. Λάβε τὴν αὐθεντίαν τῆς πίστεως. Μάθε ὅτι πάντα ἄνθρωπον τὸν πεσόντα Χριστὸν ἀνέλαβεν καὶ ὅτι πᾶσαν τὴν φύσιν τὴν λυθεῖσαν πᾶσαν ἐκίνησεν. Μὴ γὰρ ἡ σὰρξ ἥμαρτε μόνη; Μὴ ἡ ψυχὴ ἥμαρτε μόνη; Μὴ ὁ νοῦς μόνος ἀλλότριος ἦν τῆς ἁμαρτίας; Εἰ μὲν οὖν μὴ μετέσχεν ἁμαρτίας ὁ νοῦς, οὐδὲ θεραπείας ἐδεῖτο. Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. Εἰ δὲ καὶ ὁ νοῦς ἐκοινώνησε τῇ ἁμαρτίᾳ, διὰ τί μερικῶς εἰσάγεις τὴν θεραπείαν; Ἥμαρτε ψυχὴ καὶ ἐδεῖτο θεραπείας. Γέγραπτο γοῦν· Ψυχὴ ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται. Καὶ ὅρα τὴν ἀκρίβειαν. Τὴν ἁμαρτίαν ἣν ὁ λόγος ἐπέγραψεν ἐνταῦθα τῇ ψυχῇ, ἀλλαχοῦ τῇ σαρκὶ λογίζεται, τῆς σαρκὸς καὶ τῆς διανοίας ὁμοῦ κατηγορῶν, ἵνα μή τις νομίσῃ ὅτι ἡ μὲν σὰρξ πονηρόν τι καθ’ ἑαυτήν ἐστι πλάσμα, ὁ δὲ νοῦς τῆς σαρκὸς ἀλλότριος καὶ τῶν ἁμαρτημάτων ἐλεύθερος. Σαφῶς ὁ θεσπέσιος ἀπόστολος διαγορεύει ὧδέ πη λέγων· Καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν ,ἵνα σαφῶς παραστήσῃ ὅτι καὶ ψυχὴ καὶ σῶμα καὶ ὁ νοῦς ἥμαρτεν. Καὶ ὅτι οὐ σὰρξ δέχεται μόνη φθοράν, ἀλλὰ καὶ ὁ νοῦς, λέγει πάλιν ἐν ἑτέρῳ· Ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν. Εἰ τοίνυν καὶ ἡ σὰρξ ἥμαρτε καὶ ἡ ψυχὴ ἥμαρτε καὶ ὁ νοῦς ἐφθάρη, ὅλου τοῦ σκεύους φθαρέντος, διὰ τί μὴ ὅλον ἀνέλαβεν;