Ancient Greek · ~4 min
Section 7
Severianus Gabalensis, De centurione et contra Manichaeos et Apolinaristas 7
Not analysed yet
Ἐπέτρεψεν ὁ δεσπότης, ἠκολούθησεν ὁ οἰκέτης, καὶ εἰσῆλθεν ἐπὶ τοῦ νώτου τῆς θαλάσσης ἄνθρωπος. Εἶτα ἡ θάλασσα διήγειρεν αὐτῆς τὰ κύματα, μᾶλλον δὲ ἄνεμος σφοδρὸς ἐμβαλὼν τοῖς ὕδασιν ἐκταράττει τῆς θαλάσσης τὰ κύματα καὶ πᾶσαν αὐτῆς ἐθόλωσεν τὴν ἐπιφάνειαν. Ἐσαλεύθη ὁ οἰκέτης καὶ ἤρξατο καταποντίζεσθαι, οὐ τῷ σώματι πρῶτον κινδυνεύσας, ἀλλ’ ὀλιγοπιστίᾳ βαπτισθείς. Εἶδεν τὴν θάλασσαν μανεῖσαν καὶ τοὺς ἀνέμους ταραττομένους καὶ τῆς προτέρας πίστεως ἐξελθὼν ἔμελλε καταποντίζεσθαι. Καὶ καλεῖ τὸν σωτῆρα· Κύριε, βοήθει μοι. Ὁ δὲ πρὸς αὐτόν· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; . Καὶ μὴν οὐκ ἦν οὐδὲ τὸ πρῶτον ἀπιστίας. Τὸ γὰρ εἰπεῖν· Εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν ἐπὶ τὰ ὕδατα ,γνωρίζοντος ἦν τὴν ἀξίαν τοῦ κελεύοντος, καὶ τὸ καταποντιζόμενον μὴ πρὸς ἕτερον ἰδεῖν ἀλλὰ τὴν παρ’ αὐτοῦ βοήθειαν ἐπιζητῆσαι καὶ εἰπεῖν· Κύριε, βοήθει ,οὐκ ἀπιστοῦντος, ἀλλὰ πιστεύοντος. Κατηγορεῖ τοίνυν αὐτοῦ τὸ εὐαγγέλιον, οὐκ ἐπειδὴ ἐκάλεσεν τὸν δεσπότην, ἀλλ’ ἐπειδὴ ἐνόμιζεν καταποντίζεσθαι τοῦ δεσπότου παρόντος.