Ancient Greek
Section 9
Severianus Gabalensis, De centurione et contra Manichaeos et Apolinaristas 9
Not analysed yet
Εἰσῆλθε τότε ὁ σωτὴρ εἰς τὴν θάλασσαν, εἰσῆλθεν οὐ πεζεύων ἀλλὰ πλέων. Ὅτε γὰρ βούλεται γνωρίζει τὴν ἀξίαν, ὅτε βούλεται πληροῖ τὴν οἰκονομίαν. Περιεπάτησεν ἐπὶ τῆς θαλάσσης ὡς ἐπὶ ἐδάφους ,εἰσῆλθεν ἐν πλοίῳ ὡς ἄνθρωπος· καὶ οὐκ ἐπέβη μόνον τῷ πλοίῳ ἀλλὰ καὶ ἐκάθευδεν ἐν τῷ πλοίῳ. Ἡ ἄυπνος φύσις ἐκάθευδεν ἐν πλοίῳ; ὁ κοιμίζων κύματα ἐκάθευδεν ἐν πλοίῳ, περὶ οὗ ἔλεγεν ὁ προφήτης· Ἰδοὺ οὐ νυστάζει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ. Εἰσῆλθε καὶ ἐκάθευδεν· καὶ ἡ θάλασσα πάλιν ἤγειρεν τὰ κύματα, οὐ τοῦ δεσπότου καταφρονοῦσα, ἀλλὰ τὴν ὀλιγοπιστίαν τῶν μαθητῶν ἐλέγχουσα, ὀλιγοπιστίαν λέγω τὴν πρὸ τῆς τελειώσεως. Μηδείς μου τῆς φωνῆς λαμβανέσθω. Οὐ γὰρ τῶν ἀποστόλων κατηγορῶ, ἀλλὰ τῶν ἀποστόλων τὴν ἀσθένειαν ἐλέγχω, ἵνα μετὰ ταῦτα τῶν ἀποστόλων τὴν δύναμιν γνωρίσῃς. Ἄλλο γὰρ Σίμων ὁ ἁλιεύς, ἄλλο Πέτρος ὁ ἀπόστολος· ἄλλο Ματθαῖος ὁ τελώνης, ἄλλο Ματθαῖος ὁ εὐαγγελιστής.