Ancient Greek · ~13 min
Section 11
Severianus Gabalensis, De fide et lege naturae (Ms Ab) 11.1
Not analysed yet
Ἀλλʼ ἐπειδὴ παρενέπεσεν ὁ λόγος εἰς δόξαν τοῦ ἁγίου πνεύματος, εἴπωμέν τι καὶ τῶν δογματικῶν εἰς ἀσφάλειαν ἡμετέραν καὶ βεβαίωσιν. ὥσπερ γὰρ ὁ Ἰὼβ εἰρηκὼς ὡς τῷ κυρίῳ ἔδοξε τὴν αὐθεντίαν ἔδειξε καὶ τὴν κυριότητα, οὕτω καὶ οἱ ἀπόστολοι τὴν δεσποτικὴν αὐθεντίαν τοῦ ἁγίου πνεύματος ἐνδεικνύμενοι φασίν· ἔδοξε τῷ ἁγίῳ πνεύματι μηδὲν ἐπιτίθεσθαι ὑμῖν πλὴν τῶν ἐπάναγκες. ἔδοξε τῷ ἁγίῳ πνεύματι. εἰ ὑπόκειται, διὰ τί αὐτῷ ἔδοξεν; εἰ ὑπὸ νόμον ἐστὶ τὸ πνεῦμα καὶ δουλεύει, πῶς ἔδοξε τῷ ὑποκειμένῳ; οὐχ ἃ τῳ βασιλεῖ δοκεῖ, ταῦτα καὶ γίνεται, μὴ τὰ τοῖς ἀρχομένοις παριστάμενα; ὡς τῷ κυρίῳ ἔδοξε φησὶν ὁ Ἰώβ, ἔδοξε τῷ ἁγίῳ πνεύματι φασὶν οἱ ἀπόστολοι. ὁμότιμος ἡ λέξις τῆς αὐθεντίας, ἐπειδὴ ἀμέριστος ἡ δόξα τῆς βασιλείας. ἀλλʼ εὑρίσκει πάλιν ἡ κακία τῶν αἱρετικῶν παρείσδυσιν· ἆρα γὰρ, ἐπειδὴ εἶπον, φησὶν, οἱ ἀπόστολοι, ἔδοξε τῷ ἁγίῳ πνεύματι, ἐπήγαγον δὲ, καὶ ἡμῖν, παρὰ τοῦτο αὐθεντίαν ἔχουσι θεότητος οἱ ἀπόστολοι; ταῦτα μελετάσθω, ἵνα μὴ ἀγυμνάστοις ψυχαῖς ἐμβάλωσι τὸν ἰὸν αὐτῶν τῆς ἀπειθείας, ἵνα μὴ ταῖς ἀκοαῖς τῶν ἀκεραίων αἱρετικὴν ἀσέβειαν ἐγχέωσι. τοιαῦτα γὰρ πολλάκις σεμνολογοῦσι· μηδέν σε, φησὶν ,ἀδελφὲ, ξενίσῃ τῶν εἰρημένων. ὡς ἀδελφὸν καλεῖ καὶ ὡς πολέμιον ἀναιρεῖ. μὴ θαυμάσῃς, φησὶν, εἰ περὶ τοῦ ἁγίου πνεύματος εἶπον οἱ ἀπόστολοι· ἔδοξε τῷ ἁγίῳ πνεύματι· ἀλλʼ ὅρα καὶ τὸ ἐπαγόμενον· ἔδοξε τῷ ἁγίῳ πνεύματι καὶ ἡμῖν, ἔδοξε τοῖς ἀποστόλοις . ἆρα θεοὶ οἱ ἀπόστολοι; ἆρα θεοῦ ἔχουσι τὴν ; ὅταν ταῦτα λέγῃ ὁ αἱρετικὸς, ἡμεῖς ἀπὸ τῆς ἁγίας γραφῆς τὰ βέλη προφέρωμεν· τὰ γὰρ βέλη τοῦ δυνατοῦ ἠκονημένα ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως πεμπόμενα. τί οὖν ἔστι πρὸς αὐτὸν εἰπεῖν; εἰ τὸ συνῆφθαι τοὺς ἀποστόλους τῷ ἁγίῳ πνεύματι ἐλαττοῖ τοῦ πνεύματος τὴν ἀξίαν, οὐκοῦν τὸ συνῆφθαι Μωϋσῆν τῷ θεῷ ἐλαττοῖ τοῦ θεοῦ τὴν ἀξίαν. οἷόν τι λέγω· ἐὰν μὴ μέγα νομίσῃς τὸ ἔδοξε τῷ ἁγίῳ πνεύματι ,διὰ τὸ συνῆφθαι τοὺς ἀποστόλους, οὐκ ἄρα μεγάλην δυνήσῃ λέγειν οὐδὲ τὴν εἰς θεὸν πίστιν διὰ τὸ συνῆφθαι καὶ Μωϋσῆν τῷ θεῷ. λέγει γὰρ ἡ γραφή· ἐπίστευσεν ὁ λαὸς εἰς τὸν θεὸν καὶ εἰς τὸν Μωϋσῆν. ἀλλὰ καὶ ἕτερον προενέγκωμεν βέλος· εἰ καθαιρεῖ τοῦ πνεύματος τὴν ἀξίαν συνημμένη ἡ δόξα τῶν ἀποστόλων, ὑβρίζει καὶ τὸν θεὸν καὶ ἐλαττοῖ αὐτοῦ τὴν ἀξίαν Σαμουὴλ προσκείμενος· γέγραπται γάρ· καὶ ἐφοβήθη πᾶς ὁ λαὸς τὸν κύριον καὶ τὸν Σαμουήλ. πάλιν καὶ τρίτον ἄλλο προσενέγκωμεν βέλος κατὰ τῆς ἀσεβείας. ἐλαττοῖ τοῦ πνεύματος τοῦ ἁγίου τὴν ἀξίαν καὶ τὴν θεϊκὴν αὐθεντείαν τὸ συνῆφθαι τῷ πνεύματι τοὺς ἀποστόλους, ἐλαττοῖ τοῦ θεοῦ τὴν ἀξίαν καὶ Γεδεὼν προσκείμενος αὐτοῦ τῇ προσηγορία· ἐβόησε γὰρ πᾶς ὁ λαὸς πολεμῶν· ῥομφαία τῷ κυρίῳ καὶ τῷ Γεδεών. ὥσπερ οὖν συνῆπται Μωϋσῆς τῷ θεῷ οὐχ ὡς ὁμότιμος τοῦ θεοῦ, ἀλλʼ ὡς ὑπηρέτης θεοῦ, καὶ Σαμουὴλ τῷ θεῷ οὐχ ὡς ὁμότιμος ,ἀλλʼ ὡς προφήτης ,καὶ Γεδεὼν τῷ θεῷ οὐχ ὡς ὁμότιμος, ἀλλʼ ὡς στρατηγὸς τοῦ πολέμου, οὕτω καὶ οἱ ἀπόστολοι τῷ πνεύματι ὡς κήρυκες τοῦ εὐαγγελίου. γνώριζε τοίνυν τὴν αὐθεντείαν καὶ μὴ ὕβριζε τοῦ πνεύματος τὴν ἀξίαν· γνώριζε τῆς ἁγίας τριάδος τὴν ἔνθεον θεολογίαν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. αὕτη ἐστὶν ἡ ἄκτιστος φύσις, ἡ ἀληθινὴ ἀξία, ἡ ἀμέριστος βασιλεία, ἡ ἄσχιστος τιμὴ, ἡ ἀδιαίρετος ἐλπίς, ἡ ἀκατάληπτος δόξα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· ᾗ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.