Ancient Greek · ~5 min
Section 10
Severianus Gabalensis, De fide et lege naturae (Ms Ab) 10
Not analysed yet
οἷος ἦν ὁ μακάριος Ἰὼβ ὁ στρατηγήσας κατὰ πάντων τῶν παθῶν, ὁ πάντα νικὴσας τοῦ διαβόλου τὰ φόβητρα, ὁ πᾶσαν αὐτοῦ τὴν μανίαν ἐκλύσας, ὁ τῇ στεῤῥότητι τῆς γνώμης τὰ κύματα τοῦ διαβόλου διαλύσας, ὁ πάντων ὁμοῦ στερηθεὶς καὶ τὸν πάντων κύριον οὐκ ἀρνηθείς. ἀλλὰ τὰ ἐκείνου στρατηγήματα ἴδιον λήψεται λόγον· καὶ γὰρ ἀληθῶς ἰδίου δεῖται καιροῦ πρὸς ἐξέτασιν, μὴ τῇ παραδρομῇ τῶν λόγων ὑβρίσωμεν τὰ ἐκείνου παλαίσματα· ἐκεῖνα δὲ πρὸ ὀφθαλμῶν ἔχωμεν, ἅπερ εἶπεν ὁ γενναῖος ἐκεῖνος καὶ μέγας ἀγωνιστής· ἐπειδὴ γὰρ σφραγῖδα τοῖς εἰρημένοις ἐπάγει . πάντων γυμνωθεὶς ἑαυτὸν εὐσεβείας οὐκ ἐγύμνωσεν, ἀλλά φησιν · ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλετο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. καλὸν τὸ ἔδοξε· παραχωρεῖ τῇ αὐθεντίᾳ, οὐ περιεργάζεται τὴν διοίκησιν· οὐκ εἶπεν ὡς ἡμεῖς· διὰ τί νέοι ἀποθνήσκουσι καὶ γέροντες ἑφθοὶ μένουσι; ποία διοίκησις αὕτη; ἐπιθυμεῖ γέρων θανάτου λελυμένος ταῖς σαρξὶν ἐνδεής τε χρημάτων καὶ πάσης ἄλλης παραμυθίας καὶ οὐ τυγχάνει τῆς ἐπιθυμίας· καὶ παῖς ἐπέραστον ἔχων κάλλος ποθεινὸς τοῖς γονεῦσιν ἄωρος ἁρπάζεται; μάθε μὴ τοιαῦτα ζητεῖν, μάθε λέγειν· τὰ κρίματά σου ἄβυσσος πολλή· μάθε λέγειν· δίκαιος εἶ, κύριε, καί εὐθεῖς αἱ κρίσεις σου· μάθε λέγειν· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· γνώριζε τὴν αὐθεντίαν, ἵνα γνωρίσῃς τὴν εὐσέβειαν.