Ancient Greek · ~16 min
Section 7
Severianus Gabalensis, De fide et lege naturae (Ms Ab) 7.1
Not analysed yet
γενώμεθα οὖν, ἀγαπητοὶ, ἐλαία κατάκαρπος καὶ ἔργοις καὶ καρποῖς καὶ φύλλοις κομῶντες· φύλλα ἡμῶν οἱ λόγοι, καρποὶ ἡ πολιτεία. γένοιτό σου καὶ ὁ λόγος σεμνὸς καὶ ἡ πολιτεία ἔγκαρπος· παρὰ γὰρ τῷ εὐσεβεῖ οὐδὲ τὸ φύλλον ἀπόβλητον· Τὸ γὰρ φύλλον αὐτοῦ, φησὶν ὁ Δαυῒδ ,οὐκ ἀπορρυήσεται καὶ πάντα, ὅσα ἂν ποιῇ, κατευοδωθήσεται. ἀλλ’ ὢ τοῦ θαύματος. ἐνενόησα πῶς ὁ Ἀδὰμ γυμνὸς ἐξῆλθε τοῦ παραδείσου καὶ πῶς Δαυῒδ κομᾷ ἐν τῷ οἴκῳ τοῦ θεοῦ. ὁ μὲν ἐξῆλθε γυμνὸς διὰ τὴν παράβασιν, ὁ δὲ ἐνδυσάμενος ἀρετὰς βοᾷ· ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος. οὐδὲν ἡμᾶς οὕτως ἀποδύει ὡς ἀκαρπία καὶ οὐδὲν ἡμᾶς οὕτως ἐνδύει ὡς καρποφορία διʼ ἔργων χρηστῶν. ὁ Ἀδὰμ ἐπλάσθη· δεῖ γὰρ καὶ νῦν ἐπαναλαβεῖν τὰ εἰρημένα, ἐπειδήπερ ἡ τῶν ἀγαθῶν ἐπανάληψις βεβαιοῖ ταῖς ψυχαῖς τὴν διδασκαλίαν. ὥσπερ γὰρ τὰ βαπτόμενα ἔρια συνεχῶς ταῖς βαφαῖς ἐμβάλλεται, ἵνα εἰς βάθος διαδῷ τὴν οἰκείαν ἐνέργειαν ἡ βαφή, οὕτω δεῖ καὶ τὰς ἡμετέρας ψυχὰς συνεχῶς τοῖς θείοις λόγοις ἐμβάλλεσθαι, ἵνα ἀποπλυνθῇ μὲν τὸ ἀρχαῖον ὄνειδος, ἐνδυσώμεθα δὲ τὸ νέον κάλλος. καὶ γὰρ ἐκεῖνα τὰ ἔρια, ἐπὰν δέξηται τὴν βαφὴν, ἀποτίθεται τῆς φύσεως τὸ ὄνομα καὶ δέχεται τῆς βαφῆς τὴν προσηγορίαν· καὶ οὐκ ἔτι καλεῖς αὐτὴν ἐρέαν, ἀλλὰ πορφύραν ἢ κόκκινον ἢ πράσινον ἢ τι τοιοῦτον, οἷον ἡ βαφὴ παρέσχε τῷ βαφέντι τὸ κάλλος . εἰ ἡ βαφὴ μεταβάλλει φύσεως ὄνομα ,θεοῦ φύσις οὐ μεταβάλλει τὸν ἄνθρωπον, ὥστε τὸν αὐτὸν πρὸ μὲν τῆς βαφῆς εἶναι εἰκόνα χοϊκὴν, μετὰ δὲ τὴν βαφὴν εἰκόνα λαμπρὰν ἐπουράνιον; ἐπλάσθη τοίνυν ὁ Ἀδὰμ πτωχὸς ἀπὸ γῆς· χοῦν γὰρ λαβὼν ὁ θεὸς ἔπλασεν αὐτόν. ἀλλʼ οὐκ εἶδεν ὁ Ἀδὰμ πῶς ἐπλάσθη, ὡς ἔφθην εἰπών· οὐ γὰρ ἐχρῆν αὐτὸν μάρτυρα παρεῖναι τῶν γινομένων, ἵνα μὴ ἐπαίρηται κατὰ τοῦ θεοῦ. εἰ γὰρ τοσαύτῃ ταπεινώσει περιβεβλημένος ἐπαίρεται καὶ ἀγνοεῖ τὸν κτίσαντα καὶ ἀθετεῖ τὸν πλάσαντα, εἰ ἔλαβε τὸ ὑπὲρ τὴν φύσιν, τίς ἂν ἐχώρησεν αὐτοῦ τῆς ὑπερηφανίας τὴν ἀμετρίαν; διὰ τοῦτο ὁ θεὸς πλάσας τὸν ἄνθρωπον καὶ δυνάμεις μεγάλας ἐνέθηκε τῷ πλάσματι καὶ ταπεινώσεις πολλὰς, ἵνα διὰ μὲν τῆς ἐγκειμένης δυνάμεως ἡ χάρις τοῦ τεχνίτου θαυμάζηται, διὰ δὲ τῆς ταπεινώσεως τὸ φρόνημα τὸ ἀνθρώπινον καταστέλληται. ἔδωκεν αὐτῷ γλῶτταν φθεγγομένην, θεὸν ὑμνοῦσαν, τὰ θεῖα ᾄδουσαν, ἑρμηνεύουσαν τὰ κάλλη τῆς κτίσεως. διαλέγεται περὶ οὐρανοῦ καὶ γῆς μικρὸν σαρκίον, ἡ γλῶσσα, οὐδὲ δύο δακτύλων ἔχουσα μέτρον· καὶ τί λέγω δακτύλων; οὐδὲ ἄκρον ὄνυχος· ἀλλὰ τὸ ἄκρον ἐκεῖνο τὸ μικρὸν καὶ εὐτελὲς φθέγγεται περὶ οὐρανοῦ καὶ γῆς. καὶ ἵνα μὴ νομίσῃ ὅτι μεγάλη τίς ἐστι καὶ ὑπὲρ τὴν ἑαυτῆς φύσιν ἐπαίρηται, πολλάκις καὶ φύματα καὶ τραύματα αὐτῇ περιπλέκεται, ἵνα μάθῃ ὅτι θνητὴ οὖσα περὶ τῶν ἀϊδίων καὶ ἀθανάτων λαλεῖ καὶ ὀφείλει γνωρίζειν, τίς μὲν ἡ τοῦ κηρυττομένου δύναμις καὶ τίς ἡ ἀσθένεια τοῦ κηρύττοντος. ἔδωκεν αὐτῷ ὀφθαλμὸν, τὴν μικρὰν ἐκείνην κέγχρον· τὸ μέσον γάρ ἐστι τὸ βλέπον, τῆς κόρης τὸ μεσαίτατον· καὶ ὅμως διὰ τῆς μικρᾶς ἐκείνης κέγχρου καθορᾷ πᾶσαν τὴν κτίσιν. καὶ ἵνα μὴ περιλαμβάνων τῇ ὄψει πᾶσαν τὴν κτίσιν ἐπαίρηται, πολλάκις καὶ ὀφθαλμίαι καὶ λῆμαι καὶ δάκρυα καὶ ὅσα θολοῖ τὴν ὄψιν ἐπιγεννᾶται, ἵνα ἀπὸ μὲν τῆς ἀσθενείας ἑαυτὸν γνωρίσῃ, ἀπὸ δὲ τῆς δημιουργίας τὸν τεχνίτην ἐκθειάσῃ. ἔδωκεν αὐτῷ καρδίαν λογιζομένην, ῥίζαν ἐνθυμημάτων, πηγὴν λογισμῶν· ἀλλʼ ἐν αὐτοῖς τοῖς τόποις ἐποίησε καὶ τὴν τῶν ἐντέρων διάπλασιν, ἅτινα καὶ κόπρων καὶ πάσης ἄλλης ἀηδίας πληροῦται, διʼ ὧν ὁ ἄνθρωπος ἐσθίει, ἵνα, ὅταν ἐπαίρηται ἡ καρδία, καταστέλλῃ αὐτὴν ἡ γαστήρ· ὥστε καὶ ἡ γαστὴρ καὶ ἡ κόπρος ἀναγκαία πρὸς παιδαγωγίαν. εἰ γὰρ κόπρον περιφέρων ἄνθρωπος τολμᾷ θρασύνεσθαι καὶ οὐχ ἀπλῶς θρασύνεσθαι, ἀλλὰ καὶ κατὰ τοῦ θεοῦ, ὡς ἐτόλμησέ τις βάρβαρος βασιλεὺς εἰπεῖν· ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ· εἰ τοσαύτην κόπρον καὶ ἀηδίαν περιφέρων οὕτω λαλεῖ, εἰ ταύτης παντελῶς ἀπήλλακτο τῆς ἀσθενείας καὶ εὐτελείας, τίς ἂν αὐτὸν ἤνεγκεν ἐπαιρόμενον; διὰ τοῦτο ὁ μέγας Ἠσαΐας πρὸς τοὺς ὑπερηφάνους φησί· Τί ἀλαζονεύεται γῆ καὶ σποδός; Ἀλλὰ πάλιν εἰς τὸ προκείμενον ἐπανέλθωμεν·