Ancient Greek
Section 6
Severianus Gabalensis, De fide et lege naturae (Ms Ab) 6
Not analysed yet
Θέλεις ἰδεῖν, ἀδελφὲ, ὅσον δύναται ἔμφυτος νόμος; καὶ ἡ ψυχὴ ἡ ἡμετέρα, κἂν ἐν κακίαις ἐμφύρηται, τὸ ὄνομα τὸ ἀγαθὸν ἀσπάζεται. πολλοὶ πολλάκις δυνάσται πλεονεξίαν πνέοντες καὶ μηδὲν ἕτερον ἐννοοῦντες ἢ ἁρπαγὴν καὶ ἀδικίαν δυσωποῦνται παρά τινων ἢ ἀνιέναι τῷ πένητι τὴν ἐπικειμένην ἀνάγκην ἢ συγχωρῆσαί τι τοῦ χρέους ἢ ἀμύνασθαι τοὺς λυπήσαντας ἢ λυπεῖν νομισθέντας. καὶ ὁ ἐλθὼν καλῶς πρεσβεῦσαι παρὰ ἀνδρὶ δυνάστῃ καὶ πονηρῷ οὐκ εὐθέως ἀπὸ τῆς ἀληθείας ἄρχεται· οὐ λέγει αὐτῷ, ὅ ἐστιν, ἀλλὰ προστίθησιν αὐτῷ ὄνομα ἀρετῆς. ἢ οὐκ οἶδας πῶς ἀεὶ σχηματίζονται οἱ καλῶς πρεσβεύοντες; ἀνὴρ εἶ, φησὶν, ἀγαθός· διαβεβόηταί σου τὸ ὄνομα, πάντες σου τάς εὐπραγίας ᾄδουσι· καὶ πολλὰ τοιαῦτα συνάπτει τῇ παρακλήσει, ἵνα καμφθῇ τῇ εὐφημίᾳ καὶ φύγῃ τὴν πονηρίαν. ὅρα, πῶς ἡ κακία νικᾶται ταῖς εὐφημίαις τῆς ἀρετῆς. οὐδεὶς κακὸς κακὸς ἀκούειν βούλεται· ἡ γὰρ φύσις τὸ ἴδιον ἀσπάζεται, εἰ καὶ ἡ προαίρεσις τὸ ἐναντίον αἱρεῖται.