Ancient Greek
Section 1
Severianus Gabalensis, De serpente homilia 1.1
Not analysed yet
Χθὲς ἡμῖν ὁ λόγος πρός τε τὴν αἱρετικὴν πάλην καὶ πρὸς τοὺς ὑπὲρ τῆς δόξης τοῦ μονογενοῦς ἀγῶνας ἑαυτὸν ἐπιδέδωκεν, οὐχ ἵνα τὰ κεκρυμμένα γνωρίσῃ, ἀλλ’ ἵνα τὴν χάριν εὐγνωμόνως ὁμολογήσῃ. Οὐ γὰρ ἐξ ὧν φθεγγόμεθα Χριστὸς μεγαλύνεται, ἀλλ’ ἐξ ὧν ἐμεγαλύνθημεν, εὐγνωμόνως τὴν εὐεργεσίαν κηρύττομεν Καὶ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων, ἔργοις εὐπαθοῦντας, ἀφωνίᾳ τὴν εὐεργεσίαν ἀμείψασθαι καὶ μάλιστα τοῦ προφήτου Δαυὶδ παρακελευομένου καὶ λέγοντος ὡς ἀρτίως ἀκηκόατε· Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι. Ὑμνοῦμεν τὸν θεὸν οὐ τιμὴν αὐτῷ περιτιθέντες, ἀλλὰ τιμὴν ἑαυτοῖς περιποιούμενοι. Δοξάζομεν τὸν θεὸν οὐκ ἐκείνῳ δόξαν χαριζόμενοι, ἀλλ’ ἑαυτοὺς τὴν ἀθάνατον δόξαν ἐνδύοντες. Τοὺς γὰρ δοξάζοντάς με, φησί, δοξάσω καὶ οἱ ἐξουθενοῦντές με ἐξουδενωθήσονται· Ἐδίδαξεν ὁ λόγος δι’ ὧν ἠγωνίσατο κατὰ δύναμιν, ὅτι τοὺς ὅρους τῆς δόξης τοῦ θεοῦ ὑπερβαίνειν οὐκ ἔξεστιν. οὐκ ἀνθρώποις τοῖς ἐπὶ γῆς, οὐκ ἀγγέλοις τοῖς ἐν οὐρανοῖς, οὐκ ἀρχαγγέλοις, οὐκ ἀρχαῖς, οὐ τοῖς χερουβίμ, οὐ τοῖς σεραφίμ. Καὶ μέμνησθε, εὖ οἶδ’ ὅτι οἱ φιλομαθεῖς τῶν ἀκροατῶν, ὅπως ἡμῖν ὁ περὶ τούτων διηνύσθη λόγος. Ἀλλ’ ἐπειδὴ σήμερον, ἀδελφοί, αὐτός τε ὁ βασιλεὺς τῆς δόξης τὸν ἑαυτοῦ σταυρὸν προανεφώνησε, καὶ ὁ ἀπόστολος τῇ βασιλικῇ φωνῇ τοῦ σωτῆρος ἀκολουθήσας, τὸν περὶ τοῦ σταυροῦ λόγον ἐφιλοσόφησεν. Ὁ μὲν γὰρ κύριος ἔλεγε τοῖς μαθηταῖς· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἐχθρῶν. Ὁ δὲ Παῦλος Γαλάταις ἐπιτιμῶν ἔγραφε· Τίς ὑμᾶς ἐβάσκανεν, οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος; Ἐπεὶ οὖν καὶ ἡ βασιλικὴ τοῦ κυρίου φωνὴ καὶ ἡ τοῦ πιστοῦ θεράποντος διδασκαλία τοῖς βασιλικοῖς ἴχνεσιν ἠκολούθησεν, ἀναγκαῖον οἶμαι τὴν σωτήριον καὶ ἡμᾶς κατὰ δύναμιν περὶ τοῦ κυριακοῦ σταυροῦ τὰ εἰκότα φθέγξασθαι, οὐχ ἵνα τῆς ἀξίας ἐφικώμεθα, ἀλλ’ ἵνα τὴν κατὰ δύναμιν ὀφειλὴν ἀποτίσωμεν. Τί οὖν φησιν ὁ σωτήρ; Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται. Προαγορεύει τὸ πάθος ὁ νικητὴς τοῦ θανάτου. Προαναφωνεῖ τὸν σταυρὸν ὁ σταυρῷ τὸν θάνατον διαλύων. Προαναφωνεῖ τὴν πάλην, ἵνα κηρύξῃ τὴν νίκην. Ἐνταῦθα πάλιν σαυτὸν ἔνθες εἰς κατανόησιν τῆς δεσποτικῆς φωνῆς. Ὅρα μεθ’ ὅσης αὐθεντίας φησίν· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. Ὁ ταῦτα προαναφωνῶν, ἐν αὐτῷ γενόμενος τῷ ἀγῶνι μεταβάλλει τὴν ἀξίαν τῆς αὐθεντίας καὶ ἀρνεῖται τὸ ἀξίωμα τῆς θεότητος αὐτοῦ λέγων· Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον. Οὐχ ὁρᾷς τὴν διαφωνίαν; Ἐννόει τὴν οἰκονομίαν. Ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν. Λέγει τοῖς μαθηταῖς· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται. Ὅρα πῶς ἠσφαλισμένῃ κέχρηται τῇ φωνῇ. Ὅπου πάθος κηρύττει, τὴν ἀνθρωπίνην ἐνδείκνυται φύσιν. Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται. Πάσχει γὰρ τὸ φαινόμενον σῶμα, ζωοποιεῖ δὲ τὸ νοούμενον τῆς θεότητος ἀξίωμα. Καὶ λύεται μέν, ἀδελφοί, θανάτῳ τὸ σχῆμα τοῦ σώματος. Ἐγείρει δὲ τὸ λυόμενον ἡ τοῦ ἐνοικοῦντος δύναμις. Αὐτὸς ἦν ὁ λυόμενος κατὰ τὸ σῶμα, αὐτὸς ἐγείρων τὸ λυόμενον κατὰ τὸ πνεῦμα. Λύσατε γάρ φησι τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα. Χριστῷ ἀκολουθοῦντας οὐκ ἔστιν οὐδαμοῦ κατελθεῖν, ἀλλ’ ἀνιέναι διὰ παντός. Ἄλλως τε καὶ αἰσθητῶς ἡ ὁδὸς ἀπὸ Ἱεριχὼ εἰς Ἱεροσόλυμα ἄνοδον εἶχε, καὶ νοητῶς τὸ πάθος ἐπὶ τὴν ἄνοδον τῆς ἀναστάσεως ἔφερεν. Ἀδὰμ γὰρ τὸν εἰς ᾅδου πεσόντα εἰς οὐρανὸν ἀνεκαλεῖτο, καὶ τὴν χαμαὶ κειμένην εἰκόνα εἰς ὕψος ἀνήγαγεν. Ἀναβαίνομεν εἰς Ἱεροσόλυμα. Ὅπου θεός, ἐκεῖ ἀρετῆς ἀνάβασις· ὅπου κακία, ἐκεῖ παρανομίας κατάβασις. Διὰ τοῦτο περὶ μὲν τῶν κατ’ ἀρετὴν πολιτευομένων φησὶν ὁ Δαυίδ· Μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου· εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε. Μακάριος ἀνήρ, οὗ ἐστιν ἀντίληψις αὐτῷ παρὰ σοῦ· αἱ ἀναβάσεις σου ἐν τῇ καρδίᾳ αὐτοῦ. Αἱ ἀναβάσεις σου ,τουτέστιν, οἱ εὐσεβεῖς καὶ ἀνηγμένοι λογισμοί, οἳ εἰς ὕψος ἀνάγοντες τοὺς καλῶς περὶ θεοῦ διανοουμένους. Ἔστιν οὖν ὁδὸς σωφροσύνης εἰς ὕψος ἀνάγουσα, ὁδὸς δικαιοσύνης εἰς ὕψος φέρουσα· καὶ πᾶσα, ὡς εἰπεῖν, ὁδὸς εὐσεβείας εἰς τὸ ὕψος ἐκεῖνο χειραγωγεῖ τὸν φιλόθεον, περὶ οὗ ἔλεγον οἱ ἀπὸ ἐθνῶν· Δεῦτε, πορευθῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ. Ὅπου μὲν εὐσεβείας λόγος, ἐκεῖ καὶ ἄνοδος· ὅπου δὲ κακία, κατάβασις ὁμολογουμένη. Καὶ μαρτυρεῖ Δαυὶδ ὁ προφήτης λέγων· Ῥῦσαί με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον· καὶ πάλιν· Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου. Ὥστε οὐδὲ τὸ ἀναβαίνομεν περιττόν. Ἰδοὺ ἀναβαίνομεν. Καίτοι μόνος αὐτὸς ἐπὶ τὸ πάθος ἔρχεται. Διὰ τί οὖν κοινῶς ἀναβαίνομεν ; Ὅτι τὸ μὲν πάθος ἐμόν, κοινὴ δὲ πάντων ἀνθρώπων ἡ σωτηρία. Διὰ τοῦτο ὁ θεῖος ἀπόστολος τὴν γενναίαν καὶ θαύματος μεστὴν ἔρριξε φωνήν, ὡς ἀρτίως ἀκηκόατε· Τῷ Χριστῷ συνεσταύρωμαι. Ζῶ δέ, οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ἄλλως τε, βουληθεὶς ἐνδείξασθαι καὶ τὸν καρπὸν τοῦ σταυροῦ, ἐπήγαγεν εὐθέως διὰ τῶν ἐφεξῆς· Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.